2.90.1 τοιαῦτα δὲ καὶ Φορμίων παρεκελεύσατο . οἱ δὲ Πελοποννήσιοι , ἐπειδὴ αὐτοῖς οἱ Ἀθηναῖοι οὐκ ἐπέπλεον ἐς τὸν κόλπον καὶ τὰ στενά , βουλόμενοι ἄκοντας ἔσω προαγαγεῖν αὐτούς , ἀναγαγόμενοι ἅμα ἕῳ ἔπλεον , ἐπὶ τεσσάρων ταξάμενοι τὰς ναῦς ἐπὶ τὴν ἑαυτῶν γῆν , ἔσω ἐπὶ τοῦ κόλπου , δεξιῷ κέρᾳ ἡγουμένῳ , ὥσπερ καὶ ὥρμουν ·
2.90.2 ἐπὶ δ’ αὐτῷ εἴκοσιν ἔταξαν τὰς ἄριστα πλεούσας , ὅπως , εἰ ἄρα νομίσας ἐπὶ τὴν Ναύπακτον αὐτοὺς πλεῖν Φορμίων καὶ αὐτὸς ἐπιβοηθῶν ταύτῃ παραπλέοι , μὴ διαφύγοιεν πλέοντα τὸν ἐπίπλουν σφῶν οἱ Ἀθηναῖοι ἔξω τοῦ ἑαυτῶν κέρως , ἀλλ’ αὗται αἱ νῆες περικλῄσειαν .
2.90.3 δέ , ὅπερ ἐκεῖνοι προσεδέχοντο , φοβηθεὶς περὶ τῷ χωρίῳ ἐρήμῳ ὄντι , ὡς ἑώρα ἀναγομένους αὐτούς , ἄκων καὶ κατὰ σπουδὴν ἐμβιβάσας ἔπλει παρὰ τὴν γῆν · καὶ πεζὸς ἅμα τῶν Μεσσηνίων παρεβοήθει .
2.90.4 ἰδόντες δὲ οἱ Πελοποννήσιοι κατὰ μίαν ἐπὶ κέρως παραπλέοντας καὶ ἤδη ὄντας ἐντὸς τοῦ κόλπου τε καὶ πρὸς τῇ γῇ , ὅπερ ἐβούλοντο μάλιστα , ἀπὸ σημείου ἑνὸς ἄφνω ἐπιστρέψαντες τὰς ναῦς μετωπηδὸν ἔπλεον , ὡς εἶχε τάχους ἕκαστος , ἐπὶ τοὺς Ἀθηναίους , καὶ ἤλπιζον πάσας τὰς ναῦς ἀπολήψεσθαι .
2.90.5 τῶν δὲ ἕνδεκα μέν τινες αἵπερ ἡγοῦντο ὑπεκφεύγουσι τὸ κέρας τῶν Πελοποννησίων καὶ τὴν ἐπιστροφὴν ἐς τὴν εὐρυχωρίαν · τὰς δ’ ἄλλας ἐπικαταλαβόντες ἐξέωσάν τε πρὸς τὴν γῆν ὑποφευγούσας καὶ διέφθειραν , ἄνδρας τε τῶν Ἀθηναίων ἀπέκτειναν ὅσοι μὴ ἐξένευσαν αὐτῶν .