2.74.1 τοιαῦτα τῶν πρέσβεων ἀπαγγειλάντων οἱ Πλαταιῆς ἐβουλεύσαντο Ἀθηναίους μὴ προδιδόναι , ἀλλ’ ἀνέχεσθαι καὶ γῆν τεμνομένην , εἰ δεῖ , ὁρῶντας καὶ ἄλλο πάσχοντας ὅτι ἂν ξυμβαίνῃ · ἐξελθεῖν τε μηδένα ἔτι , ἀλλ’ ἀπὸ τοῦ τείχους ἀποκρίνασθαι ὅτι ἀδύνατα σφίσι ποιεῖν ἐστὶν Λακεδαιμόνιοι προκαλοῦνται .
2.74.2 ὡς δὲ ἀπεκρίναντο , ἐντεῦθεν δὴ πρῶτον μὲν ἐς ἐπιμαρτυρίαν καὶ θεῶν καὶ ἡρώων τῶν ἐγχωρίων Ἀρχίδαμος βασιλεὺς κατέστη , λέγων ὧδε · " θεοὶ ὅσοι γῆν τὴν Πλαταιίδα ἔχετε καὶ ἥρωες , ξυνίστορές ἐστε ὅτι οὔτε τὴν ἀρχὴν ἀδίκως , ἐκλιπόντων δὲ τῶνδε προτέρων τὸ ξυνώμοτον , ἐπὶ γῆν τήνδε ἤλθομεν , ἐν οἱ πατέρες ἡμῶν εὐξάμενοι ὑμῖν Μήδων ἐκράτησαν καὶ παρέσχετε αὐτὴν εὐμενῆ ἐναγωνίσασθαι τοῖς Ἕλλησιν , οὔτε νῦν , ἤν τι ποιῶμεν , ἀδικήσομεν · προκαλεσάμενοι γὰρ πολλὰ καὶ εἰκότα οὐ τυγχάνομεν . ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι προτέροις , τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως . "
2.75.1 τοσαῦτα ἐπιθειάσας καθίστη ἐς πόλεμον τὸν στρατόν , καὶ πρῶτον μὲν περιεσταύρωσαν αὐτοὺς τοῖς δένδρεσιν ἔκοψαν , τοῦ μηδένα ἐπεξιέναι , ἔπειτα χῶμα ἔχουν πρὸς τὴν πόλιν , ἐλπίζοντες ταχίστην αἵρεσιν ἔσεσθαι αὐτῶν στρατεύματος τοσούτου ἐργαζομένου .
2.75.2 ξύλα μὲν οὖν τέμνοντες ἐκ τοῦ Κιθαιρῶνος παρῳκοδόμουν ἑκατέρωθεν , φορμηδὸν ἀντὶ τοίχων τιθέντες , ὅπως μὴ διαχέοιτο ἐπὶ πολὺ τὸ χῶμα · ἐφόρουν δὲ ὕλην ἐς αὐτὸ καὶ λίθους καὶ γῆν καὶ εἴ τι ἄλλο ἁνύτειν μέλλοι ἐπιβαλλόμενον .