2.75.3 ἡμέρας δὲ ἔχουν ἑβδομήκοντα καὶ νύκτας ξυνεχῶς , διῃρημένοι κατ’ ἀναπαύλας , ὥστε τοὺς μὲν φέρειν , τοὺς δὲ ὕπνον τε καὶ σῖτον αἱρεῖσθαι · Λακεδαιμονίων τε οἱ ξεναγοὶ ἑκάστης πόλεως ξυνεφεστῶτες ἠνάγκαζον ἐς τὸ ἔργον .
2.75.4 οἱ δὲ Πλαταιῆς ὁρῶντες τὸ χῶμα αἰρόμενον , ξύλινον τεῖχος ξυνθέντες καὶ ἐπιστήσαντες τῷ ἑαυτῶν τείχει προσεχοῦτο , ἐσῳκοδόμουν ἐς αὐτὸ πλίνθους ἐκ τῶν ἐγγὺς οἰκιῶν καθαιροῦντες .
2.75.5 ξύνδεσμος δ’ ἦν αὐτοῖς τὰ ξύλα , τοῦ μὴ ὑψηλὸν γιγνόμενον ἀσθενὲς εἶναι τὸ οἰκοδόμημα , καὶ προκαλύμματα εἶχε δέρσεις καὶ διφθέρας , ὥστε τοὺς ἐργαζομένους καὶ τὰ ξύλα μήτε πυρφόροις οἰστοῖς βάλλεσθαι ἐν ἀσφαλείᾳ τε εἶναι .
2.75.6 ᾔρετο δὲ τὸ ὕψος τοῦ τείχους μέγα , καὶ τὸ χῶμα οὐ σχολαίτερον ἀντανῄει αὐτῷ . καὶ οἱ Πλαταιῆς τοιόνδε τι ἐπινοοῦσιν · διελόντες τοῦ τείχους προσέπιπτε τὸ χῶμα ἐσεφόρουν τὴν γῆν .
2.76.1 οἱ δὲ Πελοποννήσιοι αἰσθόμενοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνίλλοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον , ὅπως μὴ διαχεόμενον ὥσπερ γῆ φοροῖτο .
2.76.2 οἱ δὲ ταύτῃ ἀποκλῃόμενοι τοῦτο μὲν ἐπέσχον , ὑπόνομον δὲ ἐκ τῆς πόλεως ὀρύξαντες καὶ ξυντεκμηράμενοι ὑπὸ τὸ χῶμα ὑφεῖλκον αὖθις παρὰ σφᾶς τὸν χοῦν · καὶ ἐλάνθανον ἐπὶ πολὺ τοὺς ἔξω , ὥστε ἐπιβάλλοντας ἧσσον ἁνύτειν ὑπαγομένου αὐτοῖς κάτωθεν τοῦ χώματος καὶ ἱζάνοντος αἰεὶ ἐπὶ τὸ κενούμενον .