2.72.3 δὲ θαρσύνων αὐτοὺς πρὸς ταῦτα ἔφη · " ὑμεῖς δὲ πόλιν μὲν καὶ οἰκίας ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις , καὶ γῆς ὅρους ἀποδείξατε καὶ δένδρα ἀριθμῷ τὰ ὑμέτερα καὶ ἄλλο εἴ τι δυνατὸν ἐς ἀριθμὸν ἐλθεῖν · αὐτοὶ δὲ μεταχωρήσατε ὅποι βούλεσθε , ἕως ἂν πόλεμος · ἐπειδὰν δὲ παρέλθῃ , ἀποδώσομεν ὑμῖν ἂν παραλάβωμεν . μέχρι δὲ τοῦδε ἕξομεν παρακαταθήκην , ἐργαζόμενοι καὶ φορὰν φέροντες ἂν ὑμῖν μέλλῃ ἱκανὴ ἔσεσθαι . "
2.73.1 οἱ δ’ ἀκούσαντες ἐσῆλθον αὖθις ἐς τὴν πόλιν , καὶ βουλευσάμενοι μετὰ τοῦ πλήθους ἔλεξαν ὅτι βούλονται προκαλεῖται Ἀθηναίοις κοινῶσαι πρῶτον , καὶ ἢν πείθωσιν αὐτούς , ποιεῖν ταῦτα · μέχρι δὲ τούτου σπείσασθαι σφίσιν ἐκέλευον καὶ τὴν γῆν μὴ δῃοῦν . δὲ ἡμέρας τε ἐσπείσατο ἐν αἷς εἰκὸς ἦν κομισθῆναι , καὶ τὴν γῆν οὐκ ἔτεμνεν .
2.73.2 ἐλθόντες δὲ οἱ [ Πλαταιῆς ] πρέσβεις ὡς τοὺς Ἀθηναίους καὶ βουλευσάμενοι μετ’ αὐτῶν πάλιν ἦλθον ἀπαγγέλλοντες τοῖς ἐν τῇ πόλει τοιάδε ·
2.73.3 " οὔτ’ ἐν τῷ πρὸ τοῦ χρόνῳ , ἄνδρες Πλαταιῆς , ἀφ’ οὗ ξύμμαχοι ἐγενόμεθα , Ἀθηναῖοί φασιν ἐν οὐδενὶ ὑμᾶς προέσθαι ἀδικουμένους οὔτε νῦν περιόψεσθαι , βοηθήσειν δὲ κατὰ δύναμιν . ἐπισκήπτουσί τε ὑμῖν πρὸς τῶν ὅρκων οὓς οἱ πατέρες ὤμοσαν μηδὲν νεωτερίζειν περὶ τὴν ξυμμαχίαν . "