2.72.1 τοσαῦτα εἰπόντων τῶν Πλαταιῶν Ἀρχίδαμος ὑπολαβὼν εἶπεν · " δίκαια λέγετε , ἄνδρες Πλαταιῆς , ἢν ποιῆτε ὁμοῖα τοῖς λόγοις . καθάπερ γὰρ Παυσανίας ὑμῖν παρέδωκεν , αὐτοί τε αὐτονομεῖσθε καὶ τοὺς ἄλλους ξυνελευθεροῦτε , ὅσοι μετασχόντες τῶν τότε κινδύνων ὑμῖν τε ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπ’ Ἀθηναίοις , παρασκευή τε τοσήδε καὶ πόλεμος γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεως . ἧς μάλιστα μὲν μετασχόντες καὶ αὐτοὶ ἐμμείνατε τοῖς ὅρκοις · εἰ δὲ μή , ἅπερ καὶ πρότερον ἤδη προυκαλεσάμεθα , ἡσυχίαν ἄγετε νεμόμενοι τὰ ὑμέτερα αὐτῶν , καὶ ἔστε μηδὲ μεθ’ ἑτέρων , δέχεσθε δὲ ἀμφοτέρους φίλους , ἐπὶ πολέμῳ δὲ μηδετέρους . καὶ τάδε ἡμῖν ἀρκέσει . "
2.72.2 μὲν Ἀρχίδαμος τοσαῦτα εἶπεν · οἱ δὲ Πλαταιῶν πρέσβεις ἀκούσαντες ταῦτα ἐσῆλθον ἐς τὴν πόλιν , καὶ τῷ πλήθει τὰ ῥηθέντα κοινώσαντες ἀπεκρίναντο αὐτῷ ὅτι ἀδύνατα σφίσιν εἴη ποιεῖν προκαλεῖται ἄνευ Ἀθηναίων ( παῖδες γὰρ σφῶν καὶ γυναῖκες παρ’ ἐκείνοις εἶεν ) , δεδιέναι δὲ καὶ περὶ τῇ πάσῃ πόλει μὴ ἐκείνων ἀποχωρησάντων Ἀθηναῖοι ἐλθόντες σφίσιν οὐκ ἐπιτρέπωσιν , Θηβαῖοι , ὡς ἔνορκοι ὄντες κατὰ τὸ ἀμφοτέρους δέχεσθαι , αὖθις σφῶν τὴν πόλιν πειράσωσι καταλαβεῖν .