2.64.3 γνῶτε δὲ ὄνομα μέγιστον αὐτὴν ἔχουσαν ἐν ἅπασιν ἀνθρώποις διὰ τὸ ταῖς ξυμφοραῖς μὴ εἴκειν , πλεῖστα δὲ σώματα καὶ πόνους ἀνηλωκέναι πολέμῳ , καὶ δύναμιν μεγίστην δὴ μέχρι τοῦδε κεκτημένην , ἧς ἐς ἀΐδιον τοῖς ἐπιγιγνομένοις , ἢν καὶ νῦν ὑπενδῶμέν ποτε ( πάντα γὰρ πέφυκε καὶ ἐλασσοῦσθαι ) , μνήμη καταλελείψεται , Ἑλλήνων τε ὅτι Ἕλληνες πλείστων δὴ ἤρξαμεν , καὶ πολέμοις μεγίστοις ἀντέσχομεν πρός τε ξύμπαντας καὶ καθ’ ἑκάστους , πόλιν τε τοῖς πᾶσιν εὐπορωτάτην καὶ μεγίστην ᾠκήσαμεν .
2.64.4 καίτοι ταῦτα μὲν ἀπράγμων μέμψαιτ’ ἄν , δὲ δρᾶν τι καὶ αὐτὸς βουλόμενος ζηλώσει · εἰ δέ τις μὴ κέκτηται , φθονήσει .
2.64.5 τὸ δὲ μισεῖσθαι καὶ λυπηροὺς εἶναι ἐν τῷ παρόντι πᾶσι μὲν ὑπῆρξε δὴ ὅσοι ἕτεροι ἑτέρων ἠξίωσαν ἄρχειν · ὅστις δὲ ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει , ὀρθῶς βουλεύεται . μῖσος μὲν γὰρ οὐκ ἐπὶ πολὺ ἀντέχει , δὲ παραυτίκα τε λαμπρότης καὶ ἐς τὸ ἔπειτα δόξα αἰείμνηστος καταλείπεται .
2.64.6 ὑμεῖς δὲ ἔς τε τὸ μέλλον καλὸν προγνόντες ἔς τε τὸ αὐτίκα μὴ αἰσχρὸν τῷ ἤδη προθύμῳ ἀμφότερα κτήσασθε , καὶ Λακεδαιμονίοις μήτε ἐπικηρυκεύεσθε μήτε ἔνδηλοι ἔστε τοῖς παροῦσι πόνοις βαρυνόμενοι , ὡς οἵτινες πρὸς τὰς ξυμφορὰς γνώμῃ μὲν ἥκιστα λυποῦνται , ἔργῳ δὲ μάλιστα ἀντέχουσιν , οὗτοι καὶ πόλεων καὶ ἰδιωτῶν κράτιστοί εἰσιν . "
2.65.1 τοιαῦτα Περικλῆς λέγων ἐπειρᾶτο τοὺς Ἀθηναίους τῆς τε ἐς αὑτὸν ὀργῆς παραλύειν καὶ ἀπὸ τῶν παρόντων δεινῶν ἀπάγειν τὴν γνώμην .