2.65.2 οἱ δὲ δημοσίᾳ μὲν τοῖς λόγοις ἀνεπείθοντο καὶ οὔτε πρὸς τοὺς Λακεδαιμονίους ἔτι ἔπεμπον ἔς τε τὸν πόλεμον μᾶλλον ὥρμηντο , ἰδίᾳ δὲ τοῖς παθήμασιν ἐλυποῦντο , μὲν δῆμος ὅτι ἀπ’ ἐλασσόνων ὁρμώμενος ἐστέρητο καὶ τούτων , οἱ δὲ δυνατοὶ καλὰ κτήματα κατὰ τὴν χώραν οἰκοδομίαις τε καὶ πολυτελέσι κατασκευαῖς ἀπολωλεκότες , τὸ δὲ μέγιστον , πόλεμον ἀντ’ εἰρήνης ἔχοντες .
2.65.3 οὐ μέντοι πρότερόν γε οἱ ξύμπαντες ἐπαύσαντο ἐν ὀργῇ ἔχοντες αὐτὸν πρὶν ἐζημίωσαν χρήμασιν .
2.65.4 ὕστερον δ’ αὖθις οὐ πολλῷ , ὅπερ φιλεῖ ὅμιλος ποιεῖν , στρατηγὸν εἵλοντο καὶ πάντα τὰ πράγματα ἐπέτρεψαν , ὧν μὲν περὶ τὰ οἰκεῖα ἕκαστος ἤλγει ἀμβλύτεροι ἤδη ὄντες , ὧν δὲ ξύμπασα πόλις προσεδεῖτο πλείστου ἄξιον νομίζοντες εἶναι .
2.65.5 ὅσον τε γὰρ χρόνον προύστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ , μετρίως ἐξηγεῖτο καὶ ἀσφαλῶς διεφύλαξεν αὐτήν , καὶ ἐγένετο ἐπ’ ἐκείνου μεγίστη , ἐπειδή τε πόλεμος κατέστη , δὲ φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν .
2.65.6 ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας · καὶ ἐπειδὴ ἀπέθανεν , ἐπὶ πλέον ἔτι ἐγνώσθη πρόνοια αὐτοῦ ἐς τὸν πόλεμον .