2.63.2 ἧς οὐδ’ ἐκστῆναι ἔτι ὑμῖν ἔστιν , εἴ τις καὶ τόδε ἐν τῷ παρόντι δεδιὼς ἀπραγμοσύνῃ ἀνδραγαθίζεται · ὡς τυραννίδα γὰρ ἤδη ἔχετε αὐτήν , ἣν λαβεῖν μὲν ἄδικον δοκεῖ εἶναι , ἀφεῖναι δὲ ἐπικίνδυνον .
2.63.3 τάχιστ’ ἄν τε πόλιν οἱ τοιοῦτοι ἑτέρους τε πείσαντες ἀπολέσειαν καὶ εἴ που ἐπὶ σφῶν αὐτῶν αὐτόνομοι οἰκήσειαν · τὸ γὰρ ἄπραγμον οὐ σῴζεται μὴ μετὰ τοῦ δραστηρίου τεταγμένον , οὐδὲ ἐν ἀρχούσῃ πόλει ξυμφέρει , ἀλλ’ ἐν ὑπηκόῳ , ἀσφαλῶς δουλεύειν .
2.64.1 " ὑμεῖς δὲ μήτε ὑπὸ τῶν τοιῶνδε πολιτῶν παράγεσθε μήτε ἐμὲ δι’ ὀργῆς ἔχετε , καὶ αὐτοὶ ξυνδιέγνωτε πολεμεῖν , εἰ καὶ ἐπελθόντες οἱ ἐναντίοι ἔδρασαν ἅπερ εἰκὸς ἦν μὴ ἐθελησάντων ὑμῶν ὑπακούειν , ἐπιγεγένηταί τε πέρα ὧν προσεδεχόμεθα νόσος ἥδε , πρᾶγμα μόνον δὴ τῶν πάντων ἐλπίδος κρεῖσσον γεγενημένον . καὶ δι’ αὐτὴν οἶδ’ ὅτι μέρος τι μᾶλλον ἔτι μισοῦμαι , οὐ δικαίως , εἰ μὴ καὶ ὅταν παρὰ λόγον τι εὖ πράξητε ἐμοὶ ἀναθήσετε .
2.64.2 φέρειν δὲ χρὴ τά τε δαιμόνια ἀναγκαίως τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως · ταῦτα γὰρ ἐν ἔθει τῇδε τῇ πόλει πρότερόν τε ἦν νῦν τε μὴ ἐν ὑμῖν κωλυθῇ .