2.59.3 δὲ ὁρῶν αὐτοὺς πρὸς τὰ παρόντα χαλεπαίνοντας καὶ πάντα ποιοῦντας ἅπερ αὐτὸς ἤλπιζε , ξύλλογον ποιήσας ( ἔτι δ’ ἐστρατήγει ) ἐβούλετο θαρσῦναί τε καὶ ἀπαγαγὼν τὸ ὀργιζόμενον τῆς γνώμης πρὸς τὸ ἠπιώτερον καὶ ἀδεέστερον καταστῆσαι · παρελθὼν δὲ ἔλεξε τοιάδε .
2.60.1 " καὶ προσδεχομένῳ μοι τὰ τῆς ὀργῆς ὑμῶν ἔς με γεγένηται ( αἰσθάνομαι γὰρ τὰς αἰτίας ) καὶ ἐκκλησίαν τούτου ἕνεκα ξυνήγαγον , ὅπως ὑπομνήσω καὶ μέμψωμαι εἴ τι μὴ ὀρθῶς ἐμοὶ χαλεπαίνετε ταῖς ξυμφοραῖς εἴκετε .
2.60.2 ἐγὼ γὰρ ἡγοῦμαι πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν , ἁθρόαν δὲ σφαλλομένην .
2.60.3 καλῶς μὲν γὰρ φερόμενος ἀνὴρ τὸ καθ’ ἑαυτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧσσον ξυναπόλλυται , κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασῴζεται .
2.60.4 ὁπότε οὖν πόλις μὲν τὰς ἰδίας ξυμφορὰς οἵα τε φέρειν , εἷς δ’ ἕκαστος τὰς ἐκείνης ἀδύνατος , πῶς οὐ χρὴ πάντας ἀμύνειν αὐτῇ , καὶ μὴ νῦν ὑμεῖς δρᾶτε · ταῖς κατ’ οἶκον κακοπραγίαις ἐκπεπληγμένοι τοῦ κοινοῦ τῆς σωτηρίας ἀφίεσθε , καὶ ἐμέ τε τὸν παραινέσαντα πολεμεῖν καὶ ὑμᾶς αὐτοὺς οἳ ξυνέγνωτε δι’ αἰτίας ἔχετε .
2.60.5 καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα , φιλόπολίς τε καὶ χρημάτων κρείσσων .