2.60.6 τε γὰρ γνοὺς καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη · τε ἔχων ἀμφότερα , τῇ δὲ πόλει δύσνους , οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι · προσόντος δὲ καὶ τοῦδε , χρήμασι δὲ νικωμένου , τὰ ξύμπαντα τούτου ἑνὸς ἂν πωλοῖτο .
2.60.7 ὥστ’ εἴ μοι καὶ μέσως ἡγούμενοι μᾶλλον ἑτέρων προσεῖναι αὐτὰ πολεμεῖν ἐπείσθητε , οὐκ ἂν εἰκότως νῦν τοῦ γε ἀδικεῖν αἰτίαν φεροίμην .
2.61.1 " καὶ γὰρ οἷς μὲν αἵρεσις γεγένηται τἆλλα εὐτυχοῦσι , πολλὴ ἄνοια πολεμῆσαι · εἰ δ’ ἀναγκαῖον ἦν εἴξαντας εὐθὺς τοῖς πέλας ὑπακοῦσαι κινδυνεύσαντας περιγενέσθαι , φυγὼν τὸν κίνδυνον τοῦ ὑποστάντος μεμπτότερος .
2.61.2 καὶ ἐγὼ μὲν αὐτός εἰμι καὶ οὐκ ἐξίσταμαι · ὑμεῖς δὲ μεταβάλλετε , ἐπειδὴ ξυνέβη ὑμῖν πεισθῆναι μὲν ἀκεραίοις , μεταμέλειν δὲ κακουμένοις , καὶ τὸν ἐμὸν λόγον ἐν τῷ ὑμετέρῳ ἀσθενεῖ τῆς γνώμης μὴ ὀρθὸν φαίνεσθαι , διότι τὸ μὲν λυποῦν ἔχει ἤδη τὴν αἴσθησιν ἑκάστῳ , τῆς δὲ ὠφελίας ἄπεστιν ἔτι δήλωσις ἅπασι , καὶ μεταβολῆς μεγάλης , καὶ ταύτης ἐξ ὀλίγου , ἐμπεσούσης ταπεινὴ ὑμῶν διάνοια ἐγκαρτερεῖν ἔγνωτε .
2.61.3 δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ τὸ πλείστῳ παραλόγῳ ξυμβαῖνον · ὑμῖν πρὸς τοῖς ἄλλοις οὐχ ἥκιστα καὶ κατὰ τὴν νόσον γεγένηται .