2.58.1 τοῦ δ’ αὐτοῦ θέρους Ἅγνων Νικίου καὶ Κλεόπομπος Κλεινίου , ξυστράτηγοι ὄντες Περικλέους , λαβόντες τὴν στρατιὰν ᾗπερ ἐκεῖνος ἐχρήσατο ἐστράτευσαν εὐθὺς ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης καὶ Ποτείδαιαν ἔτι πολιορκουμένην , ἀφικόμενοι δὲ μηχανάς τε τῇ Ποτειδαίᾳ προσέφερον καὶ παντὶ τρόπῳ ἐπειρῶντο ἑλεῖν .
2.58.2 προυχώρει δὲ αὐτοῖς οὔτε αἵρεσις τῆς πόλεως οὔτε τἆλλα τῆς παρασκευῆς ἀξίως · ἐπιγενομένη γὰρ νόσος ἐνταῦθα δὴ πάνυ ἐπίεσε τοὺς Ἀθηναίους , φθείρουσα τὴν στρατιάν , ὥστε καὶ τοὺς προτέρους στρατιώτας νοσῆσαι τῶν Ἀθηναίων ἀπὸ τῆς ξὺν Ἅγνωνι στρατιᾶς , ἐν τῷ πρὸ τοῦ χρόνῳ ὑγιαίνοντας . Φορμίων δὲ καὶ οἱ ἑξακόσιοι καὶ χίλιοι οὐκέτι ἦσαν περὶ Χαλκιδέας .
2.58.3 μὲν οὖν Ἅγνων ἀνεχώρησε ταῖς ναυσὶν ἐς τὰς Ἀθήνας , ἀπὸ τετρακισχιλίων ὁπλιτῶν χιλίους καὶ πεντήκοντα τῇ νόσῳ ἀπολέσας ἐν τεσσαράκοντα μάλιστα ἡμέραις · οἱ δὲ πρότεροι στρατιῶται κατὰ χώραν μένοντες ἐπολιόρκουν τὴν Ποτείδαιαν .
2.59.1 μετὰ δὲ τὴν δευτέραν ἐσβολὴν τῶν Πελοποννησίων οἱ Ἀθηναῖοι , ὡς τε γῆ αὐτῶν ἐτέτμητο τὸ δεύτερον καὶ νόσος ἐπέκειτο ἅμα καὶ πόλεμος , ἠλλοίωντο τὰς γνώμας ,
2.59.2 καὶ τὸν μὲν Περικλέα ἐν αἰτίᾳ εἶχον ὡς πείσαντα σφᾶς πολεμεῖν καὶ δι’ ἐκεῖνον ταῖς ξυμφοραῖς περιπεπτωκότες , πρὸς δὲ τοὺς Λακεδαιμονίους ὥρμηντο ξυγχωρεῖν · καὶ πρέσβεις τινὰς πέμψαντες ὡς αὐτοὺς ἄπρακτοι ἐγένοντο . πανταχόθεν τε τῇ γνώμῃ ἄποροι καθεστηκότες ἐνέκειντο τῷ Περικλεῖ .