2.53.1 πρῶτόν τε ἦρξε καὶ ἐς τἆλλα τῇ πόλει ἐπὶ πλέον ἀνομίας τὸ νόσημα . ῥᾷον γὰρ ἐτόλμα τις πρότερον ἀπεκρύπτετο μὴ καθ’ ἡδονὴν ποιεῖν , ἀγχίστροφον τὴν μεταβολὴν ὁρῶντες τῶν τε εὐδαιμόνων καὶ αἰφνιδίως θνῃσκόντων καὶ τῶν οὐδὲν πρότερον κεκτημένων , εὐθὺς δὲ τἀκείνων ἐχόντων .
2.53.2 ὥστε ταχείας τὰς ἐπαυρέσεις καὶ πρὸς τὸ τερπνὸν ἠξίουν ποιεῖσθαι , ἐφήμερα τά τε σώματα καὶ τὰ χρήματα ὁμοίως ἡγούμενοι .
2.53.3 καὶ τὸ μὲν προσταλαιπωρεῖν τῷ δόξαντι καλῷ οὐδεὶς πρόθυμος ἦν , ἄδηλον νομίζων εἰ πρὶν ἐπ’ αὐτὸ ἐλθεῖν διαφθαρήσεται · ὅτι δὲ ἤδη τε ἡδὺ πανταχόθεν τε ἐς αὐτὸ κερδαλέον , τοῦτο καὶ καλὸν καὶ χρήσιμον κατέστη .
2.53.4 θεῶν δὲ φόβος ἀνθρώπων νόμος οὐδεὶς ἀπεῖργε , τὸ μὲν κρίνοντες ἐν ὁμοίῳ καὶ σέβειν καὶ μὴ ἐκ τοῦ πάντας ὁρᾶν ἐν ἴσῳ ἀπολλυμένους , τῶν δὲ ἁμαρτημάτων οὐδεὶς ἐλπίζων μέχρι τοῦ δίκην γενέσθαι βιοὺς ἂν τὴν τιμωρίαν ἀντιδοῦναι , πολὺ δὲ μείζω τὴν ἤδη κατεψηφισμένην σφῶν ἐπικρεμασθῆναι , ἣν πρὶν ἐμπεσεῖν εἰκὸς εἶναι τοῦ βίου τι ἀπολαῦσαι .
2.54.1 τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο , ἀνθρώπων τ’ ἔνδον θνῃσκόντων καὶ γῆς ἔξω δῃουμένης .
2.54.2 ἐν δὲ τῷ κακῷ οἷα εἰκὸς ἀνεμνήσθησαν καὶ τοῦδε τοῦ ἔπους , φάσκοντες οἱ πρεσβύτεροι πάλαι ᾄδεσθαι " " ἥξει Δωριακὸς πόλεμος καὶ λοιμὸς ἅμ’ αὐτῷ . " "