2.54.3 ἐγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν , ἀλλὰ λιμόν , ἐνίκησε δὲ ἐπὶ τοῦ παρόντος εἰκότως λοιμὸν εἰρῆσθαι · οἱ γὰρ ἄνθρωποι πρὸς ἔπασχον τὴν μνήμην ἐποιοῦντο . ἢν δέ γε οἶμαί ποτε ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος καὶ ξυμβῇ γενέσθαι λιμόν , κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται .
2.54.4 μνήμη δὲ ἐγένετο καὶ τοῦ Λακεδαιμονίων χρηστηρίου τοῖς εἰδόσιν , ὅτε ἐπερωτῶσιν αὐτοῖς τὸν θεὸν εἰ χρὴ πολεμεῖν ἀνεῖλε κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι , καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι .
2.54.5 περὶ μὲν οὖν τοῦ χρηστηρίου τὰ γιγνόμενα ᾔκαζον ὁμοῖα εἶναι · ἐσβεβληκότων δὲ τῶν Πελοποννησίων νόσος ἤρξατο εὐθύς , καὶ ἐς μὲν Πελοπόννησον οὐκ ἐσῆλθεν , ὅτι καὶ ἄξιον εἰπεῖν , ἐπενείματο δὲ Ἀθήνας μὲν μάλιστα , ἔπειτα δὲ καὶ τῶν ἄλλων χωρίων τὰ πολυανθρωπότατα . ταῦτα μὲν τὰ κατὰ τὴν νόσον γενόμενα .
2.55.1 οἱ δὲ Πελοποννήσιοι ἐπειδὴ ἔτεμον τὸ πεδίον , παρῆλθον ἐς τὴν Πάραλον γῆν καλουμένην μέχρι Λαυρείου , οὗ τὰ ἀργύρεια μέταλλά ἐστιν Ἀθηναίοις . καὶ πρῶτον μὲν ἔτεμον ταύτην πρὸς Πελοπόννησον ὁρᾷ , ἔπειτα δὲ τὴν πρὸς Εὔβοιάν τε καὶ Ἄνδρον τετραμμένην .
2.55.2 Περικλῆς δὲ στρατηγὸς ὢν καὶ τότε περὶ μὲν τοῦ μὴ ἐπεξιέναι τοὺς Ἀθηναίους τὴν αὐτὴν γνώμην εἶχεν ὥσπερ καὶ ἐν τῇ προτέρᾳ ἐσβολῇ .
2.56.1 ἔτι δ’ αὐτῶν ἐν τῷ πεδίῳ ὄντων , πρὶν ἐς τὴν παραλίαν ἐλθεῖν , ἑκατὸν νεῶν ἐπίπλουν τῇ Πελοποννήσῳ παρεσκευάζετο , καὶ ἐπειδὴ ἑτοῖμα ἦν , ἀνήγετο .