2.51.6 ἐπὶ πλέον δ’ ὅμως οἱ διαπεφευγότες τόν τε θνῄσκοντα καὶ τὸν πονούμενον ᾠκτίζοντο διὰ τὸ προειδέναι τε καὶ αὐτοὶ ἤδη ἐν τῷ θαρσαλέῳ εἶναι · δὶς γὰρ τὸν αὐτόν , ὥστε καὶ κτείνειν , οὐκ ἐπελάμβανεν . καὶ ἐμακαρίζοντό τε ὑπὸ τῶν ἄλλων , καὶ αὐτοὶ τῷ παραχρῆμα περιχαρεῖ καὶ ἐς τὸν ἔπειτα χρόνον ἐλπίδος τι εἶχον κούφης μηδ’ ἂν ὑπ’ ἄλλου νοσήματός ποτε ἔτι διαφθαρῆναι .
2.52.1 ἐπίεσε δ’ αὐτοὺς μᾶλλον πρὸς τῷ ὑπάρχοντι πόνῳ καὶ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄστυ , καὶ οὐχ ἧσσον τοὺς ἐπελθόντας .
2.52.2 οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν , ἀλλ’ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ ἔτους διαιτωμένων φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ , ἀλλὰ καὶ νεκροὶ ἐπ’ ἀλλήλοις ἀποθνῄσκοντες ἔκειντο καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ .
2.52.3 τά τε ἱερὰ ἐν οἷς ἐσκήνηντο νεκρῶν πλέα ἦν , αὐτοῦ ἐναποθνῃσκόντων · ὑπερβιαζομένου γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι , οὐκ ἔχοντες ὅτι γένωνται , ἐς ὀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως .
2.52.4 νόμοι τε πάντες ξυνεταράχθησαν οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς , ἔθαπτον δὲ ὡς ἕκαστος ἐδύνατο . καὶ πολλοὶ ἐς ἀναισχύντους θήκας ἐτράποντο σπάνει τῶν ἐπιτηδείων διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν · ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας φθάσαντες τοὺς νήσαντας οἱ μὲν ἐπιθέντες τὸν ἑαυτῶν νεκρὸν ὑφῆπτον , οἱ δὲ καιομένου ἄλλου ἐπιβαλόντες ἄνωθεν ὃν φέροιεν ἀπῇσαν .