2.51.1 τὸ μὲν οὖν νόσημα , πολλὰ καὶ ἄλλα παραλιπόντι ἀτοπίας , ὡς ἑκάστῳ ἐτύγχανέ τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον γιγνόμενον , τοιοῦτον ἦν ἐπὶ πᾶν τὴν ἰδέαν . καὶ ἄλλο παρελύπει κατ’ ἐκεῖνον τὸν χρόνον οὐδὲν τῶν εἰωθότων · δὲ καὶ γένοιτο , ἐς τοῦτο ἐτελεύτα .
2.51.2 ἔθνῃσκον δὲ οἱ μὲν ἀμελείᾳ , οἱ δὲ καὶ πάνυ θεραπευόμενοι . ἕν τε οὐδὲ ἓν κατέστη ἴαμα ὡς εἰπεῖν ὅτι χρῆν προσφέροντας ὠφελεῖν · τὸ γάρ τῳ ξυνενεγκὸν ἄλλον τοῦτο ἔβλαπτεν .
2.51.3 σῶμά τε αὔταρκες ὂν οὐδὲν διεφάνη πρὸς αὐτὸ ἰσχύος πέρι ἀσθενείας , ἀλλὰ πάντα ξυνῄρει καὶ τὰ πάσῃ διαίτῃ θεραπευόμενα .
2.51.4 δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ τε ἀθυμία ὁπότε τις αἴσθοιτο κάμνων ( πρὸς γὰρ τὸ ἀνέλπιστον εὐθὺς τραπόμενοι τῇ γνώμῃ πολλῷ μᾶλλον προΐεντο σφᾶς αὐτοὺς καὶ οὐκ ἀντεῖχον ) , καὶ ὅτι ἕτερος ἀφ’ ἑτέρου θεραπείας ἀναπιμπλάμενοι ὥσπερ τὰ πρόβατα ἔθνῃσκον · καὶ τὸν πλεῖστον φθόρον τοῦτο ἐνεποίει .
2.51.5 εἴτε γὰρ μὴ ’θέλοιεν δεδιότες ἀλλήλοις προσιέναι , ἀπώλλυντο ἐρῆμοι , καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ τοῦ θεραπεύσοντος · εἴτε προσίοιεν , διεφθείροντο , καὶ μάλιστα οἱ ἀρετῆς τι μεταποιούμενοι · αἰσχύνῃ γὰρ ἠφείδουν σφῶν αὐτῶν ἐσιόντες παρὰ τοὺς φίλους , ἐπεὶ καὶ τὰς ὀλοφύρσεις τῶν ἀπογιγνομένων τελευτῶντες καὶ οἱ οἰκεῖοι ἐξέκαμνον ὑπὸ τοῦ πολλοῦ κακοῦ νικώμενοι .