2.49.6 καὶ ἀπορία τοῦ μὴ ἡσυχάζειν καὶ ἀγρυπνία ἐπέκειτο διὰ παντός . καὶ τὸ σῶμα , ὅσονπερ χρόνον καὶ νόσος ἀκμάζοι , οὐκ ἐμαραίνετο , ἀλλ’ ἀντεῖχε παρὰ δόξαν τῇ ταλαιπωρίᾳ , ὥστε διεφθείροντο οἱ πλεῖστοι ἐναταῖοι καὶ ἑβδομαῖοι ὑπὸ τοῦ ἐντὸς καύματος , ἔτι ἔχοντές τι δυνάμεως , εἰ διαφύγοιεν , ἐπικατιόντος τοῦ νοσήματος ἐς τὴν κοιλίαν καὶ ἑλκώσεώς τε αὐτῇ ἰσχυρᾶς ἐγγιγνομένης καὶ διαρροίας ἅμα ἀκράτου ἐπιπιπτούσης οἱ πολλοὶ ὕστερον δι’ αὐτὴν ἀσθενείᾳ διεφθείροντο .
2.49.7 διεξῄει γὰρ διὰ παντὸς τοῦ σώματος ἄνωθεν ἀρξάμενον τὸ ἐν τῇ κεφαλῇ πρῶτον ἱδρυθὲν κακόν , καὶ εἴ τις ἐκ τῶν μεγίστων περιγένοιτο , τῶν γε ἀκρωτηρίων ἀντίληψις αὐτοῦ ἐπεσήμαινεν .
2.49.8 κατέσκηπτε γὰρ ἐς αἰδοῖα καὶ ἐς ἄκρας χεῖρας καὶ πόδας , καὶ πολλοὶ στερισκόμενοι τούτων διέφευγον , εἰσὶ δ’ οἳ καὶ τῶν ὀφθαλμῶν . τοὺς δὲ καὶ λήθη ἐλάμβανε παραυτίκα ἀναστάντας τῶν πάντων ὁμοίως , καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους .
2.50.1 γενόμενον γὰρ κρεῖσσον λόγου τὸ εἶδος τῆς νόσου τά τε ἄλλα χαλεπωτέρως κατὰ τὴν ἀνθρωπείαν φύσιν προσέπιπτεν ἑκάστῳ καὶ ἐν τῷδε ἐδήλωσε μάλιστα ἄλλο τι ὂν τῶν ξυντρόφων τι · τὰ γὰρ ὄρνεα καὶ τετράποδα ὅσα ἀνθρώπων ἅπτεται , πολλῶν ἀτάφων γιγνομένων οὐ προσῄει γευσάμενα διεφθείρετο .
2.50.2 τεκμήριον δέ · τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις σαφὴς ἐγένετο , καὶ οὐχ ἑωρῶντο οὔτε ἄλλως οὔτε περὶ τοιοῦτον οὐδέν · οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον τοῦ ἀποβαίνοντος διὰ τὸ ξυνδιαιτᾶσθαι .