2.49.2 τοὺς δὲ ἄλλους ἀπ’ οὐδεμιᾶς προφάσεως , ἀλλ’ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε , καὶ τὰ ἐντός , τε φάρυγξ καὶ γλῶσσα , εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα ἄτοπον καὶ δυσῶδες ἠφίει ·
2.49.3 ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο , καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη πόνος μετὰ βηχὸς ἰσχυροῦ · καὶ ὁπότε ἐς τὴν καρδίαν στηρίξειεν , ἀνέστρεφέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῇσαν , καὶ αὗται μετὰ ταλαιπωρίας μεγάλης .
2.49.4 λύγξ τε τοῖς πλέοσιν ἐνέπιπτε κενή , σπασμὸν ἐνδιδοῦσα ἰσχυρόν , τοῖς μὲν μετὰ ταῦτα λωφήσαντα , τοῖς δὲ καὶ πολλῷ ὕστερον .
2.49.5 καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτ’ ἄγαν θερμὸν ἦν οὔτε χλωρόν , ἀλλ’ ὑπέρυθρον , πελιτνόν , φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός · τὰ δὲ ἐντὸς οὕτως ἐκάετο ὥστε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδόνων τὰς ἐπιβολὰς μηδ’ ἄλλο τι γυμνοὶ ἀνέχεσθαι , ἥδιστά τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν . καὶ πολλοὶ τοῦτο τῶν ἠμελημένων ἀνθρώπων καὶ ἔδρασαν ἐς φρέατα , τῇ δίψῃ ἀπαύστῳ ξυνεχόμενοι · καὶ ἐν τῷ ὁμοίῳ καθειστήκει τό τε πλέον καὶ ἔλασσον ποτόν .