2.47.4 οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον θεραπεύοντες ἀγνοίᾳ , ἀλλ’ αὐτοὶ μάλιστα ἔθνῃσκον ὅσῳ καὶ μάλιστα προσῇσαν , οὔτε ἄλλη ἀνθρωπεία τέχνη οὐδεμία · ὅσα τε πρὸς ἱεροῖς ἱκέτευσαν μαντείοις καὶ τοῖς τοιούτοις ἐχρήσαντο , πάντα ἀνωφελῆ ἦν , τελευτῶντές τε αὐτῶν ἀπέστησαν ὑπὸ τοῦ κακοῦ νικώμενοι .
2.48.1 ἤρξατο δὲ τὸ μὲν πρῶτον , ὡς λέγεται , ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου , ἔπειτα δὲ καὶ ἐς Αἴγυπτον καὶ Λιβύην κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν .
2.48.2 ἐς δὲ τὴν Ἀθηναίων πόλιν ἐξαπιναίως ἐσέπεσε , καὶ τὸ πρῶτον ἐν τῷ Πειραιεῖ ἥψατο τῶν ἀνθρώπων , ὥστε καὶ ἐλέχθη ὑπ’ αὐτῶν ὡς οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα · κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι . ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο , καὶ ἔθνῃσκον πολλῷ μᾶλλον ἤδη .
2.48.3 λεγέτω μὲν οὖν περὶ αὐτοῦ ὡς ἕκαστος γιγνώσκει καὶ ἰατρὸς καὶ ἰδιώτης , ἀφ’ ὅτου εἰκὸς ἦν γενέσθαι αὐτό , καὶ τὰς αἰτίας ἅστινας νομίζει τοσαύτης μεταβολῆς ἱκανὰς εἶναι δύναμιν ἐς τὸ μεταστῆσαι σχεῖν · ἐγὼ δὲ οἷόν τε ἐγίγνετο λέξω , καὶ ἀφ’ ὧν ἄν τις σκοπῶν , εἴ ποτε καὶ αὖθις ἐπιπέσοι , μάλιστ’ ἂν ἔχοι τι προειδὼς μὴ ἀγνοεῖν , ταῦτα δηλώσω αὐτός τε νοσήσας καὶ αὐτὸς ἰδὼν ἄλλους πάσχοντας .
2.49.1 τὸ μὲν γὰρ ἔτος , ὡς ὡμολογεῖτο , ἐκ πάντων μάλιστα δὴ ἐκεῖνο ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν · εἰ δέ τις καὶ προύκαμνέ τι , ἐς τοῦτο πάντα ἀπεκρίθη .