2.45.2 εἰ δέ με δεῖ καὶ γυναικείας τι ἀρετῆς , ὅσαι νῦν ἐν χηρείᾳ ἔσονται , μνησθῆναι , βραχείᾳ παραινέσει ἅπαν σημανῶ . τῆς τε γὰρ ὑπαρχούσης φύσεως μὴ χείροσι γενέσθαι ὑμῖν μεγάλη δόξα καὶ ἧς ἂν ἐπ’ ἐλάχιστον ἀρετῆς πέρι ψόγου ἐν τοῖς ἄρσεσι κλέος .
2.46.1 " εἴρηται καὶ ἐμοὶ λόγῳ κατὰ τὸν νόμον ὅσα εἶχον πρόσφορα , καὶ ἔργῳ οἱ θαπτόμενοι τὰ μὲν ἤδη κεκόσμηνται , τὰ δὲ αὐτῶν τοὺς παῖδας τὸ ἀπὸ τοῦδε δημοσίᾳ πόλις μέχρι ἥβης θρέψει , ὠφέλιμον στέφανον τοῖσδέ τε καὶ τοῖς λειπομένοις τῶν τοιῶνδε ἀγώνων προτιθεῖσα · ἆθλα γὰρ οἷς κεῖται ἀρετῆς μέγιστα , τοῖς δὲ καὶ ἄνδρες ἄριστοι πολιτεύουσιν .
2.46.2 νῦν δὲ ἀπολοφυράμενοι ὃν προσήκει ἑκάστῳ ἄπιτε . "
2.47.1 τοιόσδε μὲν τάφος ἐγένετο ἐν τῷ χειμῶνι τούτῳ · καὶ διελθόντος αὐτοῦ πρῶτον ἔτος τοῦ πολέμου τοῦδε ἐτελεύτα .
2.47.2 τοῦ δὲ θέρους εὐθὺς ἀρχομένου Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι τὰ δύο μέρη ὥσπερ καὶ τὸ πρῶτον ἐσέβαλον ἐς τὴν Ἀττικήν ( ἡγεῖτο δὲ Ἀρχίδαμος Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς ) , καὶ καθεζόμενοι ἐδῄουν τὴν γῆν .
2.47.3 καὶ ὄντων αὐτῶν οὐ πολλάς πω ἡμέρας ἐν τῇ Ἀττικῇ νόσος πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις , λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἐν ἄλλοις χωρίοις , οὐ μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι .