2.44.2 χαλεπὸν μὲν οὖν οἶδα πείθειν ὄν , ὧν καὶ πολλάκις ἕξετε ὑπομνήματα ἐν ἄλλων εὐτυχίαις , αἷς ποτὲ καὶ αὐτοὶ ἠγάλλεσθε · καὶ λύπη οὐχ ὧν ἄν τις μὴ πειρασάμενος ἀγαθῶν στερίσκηται , ἀλλ’ οὗ ἂν ἐθὰς γενόμενος ἀφαιρεθῇ .
2.44.3 καρτερεῖν δὲ χρὴ καὶ ἄλλων παίδων ἐλπίδι , οἷς ἔτι ἡλικία τέκνωσιν ποιεῖσθαι · ἰδίᾳ τε γὰρ τῶν οὐκ ὄντων λήθη οἱ ἐπιγιγνόμενοί τισιν ἔσονται , καὶ τῇ πόλει διχόθεν , ἔκ τε τοῦ μὴ ἐρημοῦσθαι καὶ ἀσφαλείᾳ , ξυνοίσει · οὐ γὰρ οἷόν τε ἴσον τι δίκαιον βουλεύεσθαι οἳ ἂν μὴ καὶ παῖδας ἐκ τοῦ ὁμοίου παραβαλλόμενοι κινδυνεύωσιν .
2.44.4 ὅσοι δ’ αὖ παρηβήκατε , τόν τε πλέονα κέρδος ὃν ηὐτυχεῖτε βίον ἡγεῖσθε καὶ τόνδε βραχὺν ἔσεσθαι , καὶ τῇ τῶνδε εὐκλείᾳ κουφίζεσθε . τὸ γὰρ φιλότιμον ἀγήρων μόνον , καὶ οὐκ ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας τὸ κερδαίνειν , ὥσπερ τινές φασι , μᾶλλον τέρπει , ἀλλὰ τὸ τιμᾶσθαι .
2.45.1 παισὶ δ’ αὖ ὅσοι τῶνδε πάρεστε ἀδελφοῖς ὁρῶ μέγαν τὸν ἀγῶνα ( τὸν γὰρ οὐκ ὄντα ἅπας εἴωθεν ἐπαινεῖν ) , καὶ μόλις ἂν καθ’ ὑπερβολὴν ἀρετῆς οὐχ ὁμοῖοι , ἀλλ’ ὀλίγῳ χείρους κριθεῖτε . φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον , τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται .