2.32.1 ἐτειχίσθη δὲ καὶ Ἀταλάντη ὑπὸ Ἀθηναίων φρούριον τοῦ θέρους τούτου τελευτῶντος , ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις νῆσος ἐρήμη πρότερον οὖσα , τοῦ μὴ λῃστὰς ἐκπλέοντας ἐξ Ὀποῦντος καὶ τῆς ἄλλης Λοκρίδος κακουργεῖν τὴν Εὔβοιαν . ταῦτα μὲν ἐν τῷ θέρει τούτῳ μετὰ τὴν Πελοποννησίων ἐκ τῆς Ἀττικῆς ἀναχώρησιν ἐγένετο .
2.33.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Εὔαρχος Ἀκαρνὰν βουλόμενος ἐς τὴν Ἀστακὸν κατελθεῖν πείθει Κορινθίους τεσσαράκοντα ναυσὶ καὶ πεντακοσίοις καὶ χιλίοις ὁπλίταις ἑαυτὸν κατάγειν πλεύσαντας , καὶ αὐτὸς ἐπικούρους τινὰς προσεμισθώσατο · ἦρχον δὲ τῆς στρατιᾶς Εὐφαμίδας τε Ἀριστωνύμου καὶ Τιμόξενος Τιμοκράτους καὶ Εὔμαχος Χρύσιδος .
2.33.2 καὶ πλεύσαντες κατήγαγον · καὶ τῆς ἄλλης Ἀκαρνανίας τῆς περὶ θάλασσαν ἔστιν χωρία βουλόμενοι προσποιήσασθαι καὶ πειραθέντες , ὡς οὐκ ἐδύναντο , ἀπέπλεον ἐπ’ οἴκου .
2.33.3 σχόντες δ’ ἐν τῷ παράπλῳ ἐς Κεφαλληνίαν καὶ ἀπόβασιν ποιησάμενοι ἐς τὴν Κρανίων γῆν , ἀπατηθέντες ὑπ’ αὐτῶν ἐξ ὁμολογίας τινὸς ἄνδρας τε ἀποβάλλουσι σφῶν αὐτῶν , ἐπιθεμένων ἀπροσδοκήτοις τῶν Κρανίων , καὶ βιαιότερον ἀναγαγόμενοι ἐκομίσθησαν ἐπ’ οἴκου .
2.34.1 ἐν δὲ τῷ αὐτῷ χειμῶνι Ἀθηναῖοι τῷ πατρίῳ νόμῳ χρώμενοι δημοσίᾳ ταφὰς ἐποιήσαντο τῶν ἐν τῷδε τῷ πολέμῳ πρώτων ἀποθανόντων τρόπῳ τοιῷδε .
2.34.2 τὰ μὲν ὀστᾶ προτίθενται τῶν ἀπογενομένων πρότριτα σκηνὴν ποιήσαντες , καὶ ἐπιφέρει τῷ αὑτοῦ ἕκαστος ἤν τι βούληται ·
2.34.3 ἐπειδὰν δὲ ἐκφορὰ , λάρνακας κυπαρισσίνας ἄγουσιν ἅμαξαι , φυλῆς ἑκάστης μίαν · ἔνεστι δὲ τὰ ὀστᾶ ἧς ἕκαστος ἦν φυλῆς . μία δὲ κλίνη κενὴ φέρεται ἐστρωμένη τῶν ἀφανῶν , οἳ ἂν μὴ εὑρεθῶσιν ἐς ἀναίρεσιν .