2.34.4 ξυνεκφέρει δὲ βουλόμενος καὶ ἀστῶν καὶ ξένων , καὶ γυναῖκες πάρεισιν αἱ προσήκουσαι ἐπὶ τὸν τάφον ὀλοφυρόμεναι .
2.34.5 τιθέασιν οὖν ἐς τὸ δημόσιον σῆμα , ἐστιν ἐπὶ τοῦ καλλίστου προαστείου τῆς πόλεως , καὶ αἰεὶ ἐν αὐτῷ θάπτουσι τοὺς ἐκ τῶν πολέμων , πλήν γε τοὺς ἐν Μαραθῶνι · ἐκείνων δὲ διαπρεπῆ τὴν ἀρετὴν κρίναντες αὐτοῦ καὶ τὸν τάφον ἐποίησαν .
2.34.6 ἐπειδὰν δὲ κρύψωσι γῇ , ἀνὴρ ᾑρημένος ὑπὸ τῆς πόλεως , ὃς ἂν γνώμῃ τε δοκῇ μὴ ἀξύνετος εἶναι καὶ ἀξιώσει προήκῃ , λέγει ἐπ’ αὐτοῖς ἔπαινον τὸν πρέποντα · μετὰ δὲ τοῦτο ἀπέρχονται .
2.34.7 ὧδε μὲν θάπτουσιν · καὶ διὰ παντὸς τοῦ πολέμου , ὁπότε ξυμβαίη αὐτοῖς , ἐχρῶντο τῷ νόμῳ .
2.34.8 ἐπὶ δ’ οὖν τοῖς πρώτοις τοῖσδε Περικλῆς Ξανθίππου ᾑρέθη λέγειν . καὶ ἐπειδὴ καιρὸς ἐλάμβανε , προελθὼν ἀπὸ τοῦ σήματος ἐπὶ βῆμα ὑψηλὸν πεποιημένον , ὅπως ἀκούοιτο ὡς ἐπὶ πλεῖστον τοῦ ὁμίλου , ἔλεγε τοιάδε .
2.35.1 " οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε , ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν . ἐμοὶ δὲ ἀρκοῦν ἂν ἐδόκει εἶναι ἀνδρῶν ἀγαθῶν ἔργῳ γενομένων ἔργῳ καὶ δηλοῦσθαι τὰς τιμάς , οἷα καὶ νῦν περὶ τὸν τάφον τόνδε δημοσίᾳ παρασκευασθέντα ὁρᾶτε , καὶ μὴ ἐν ἑνὶ ἀνδρὶ πολλῶν ἀρετὰς κινδυνεύεσθαι εὖ τε καὶ χεῖρον εἰπόντι πιστευθῆναι .