2.30.1 οἱ δ’ ἐν ταῖς ἑκατὸν ναυσὶν Ἀθηναῖοι ἔτι ὄντες περὶ Πελοπόννησον Σόλλιόν τε Κορινθίων πόλισμα αἱροῦσι καὶ παραδιδόασι Παλαιρεῦσιν Ἀκαρνάνων μόνοις τὴν γῆν καὶ πόλιν νέμεσθαι · καὶ Ἀστακόν , ἧς Εὔαρχος ἐτυράννει , λαβόντες κατὰ κράτος καὶ ἐξελάσαντες αὐτὸν τὸ χωρίον ἐς τὴν ξυμμαχίαν προσεποιήσαντο .
2.30.2 ἐπί τε Κεφαλληνίαν τὴν νῆσον προσπλεύσαντες προσηγάγοντο ἄνευ μάχης · κεῖται δὲ Κεφαλληνία κατὰ Ἀκαρνανίαν καὶ Λευκάδα τετράπολις οὖσα , Παλῆς , Κράνιοι , Σαμαῖοι , Προνναῖοι . ὕστερον δ’ οὐ πολλῷ ἀνεχώρησαν αἱ νῆες ἐς τὰς Ἀθήνας .
2.31.1 περὶ δὲ τὸ φθινόπωρον τοῦ θέρους τούτου Ἀθηναῖοι πανδημεί , αὐτοὶ καὶ οἱ μέτοικοι , ἐσέβαλον ἐς τὴν Μεγαρίδα Περικλέους τοῦ Ξανθίππου στρατηγοῦντος . καὶ οἱ περὶ Πελοπόννησον Ἀθηναῖοι ἐν ταῖς ἑκατὸν ναυσίν ( ἔτυχον γὰρ ἤδη ἐν Αἰγίνῃ ὄντες ἐπ’ οἴκου ἀνακομιζόμενοι ) ὡς ᾔσθοντο τοὺς ἐκ τῆς πόλεως πανστρατιᾷ ἐν Μεγάροις ὄντας , ἔπλευσαν παρ’ αὐτοὺς καὶ ξυνεμείχθησαν .
2.31.2 στρατόπεδόν τε μέγιστον δὴ τοῦτο ἁθρόον Ἀθηναίων ἐγένετο , ἀκμαζούσης ἔτι τῆς πόλεως καὶ οὔπω νενοσηκυίας · μυρίων γὰρ ὁπλιτῶν οὐκ ἐλάσσους ἦσαν αὐτοὶ Ἀθηναῖοι ( χωρὶς δὲ αὐτοῖς οἱ ἐν Ποτειδαίᾳ τρισχίλιοι ἦσαν ) , μέτοικοι δὲ ξυνεσέβαλον οὐκ ἐλάσσους τρισχιλίων ὁπλιτῶν , χωρὶς δὲ ἄλλος ὅμιλος ψιλῶν οὐκ ὀλίγος . δῃώσαντες δὲ τὰ πολλὰ τῆς γῆς ἀνεχώρησαν .
2.31.3 ἐγένοντο δὲ καὶ ἄλλαι ὕστερον ἐν τῷ πολέμῳ κατὰ ἔτος ἕκαστον ἐσβολαὶ Ἀθηναίων ἐς τὴν Μεγαρίδα καὶ ἱππέων καὶ πανστρατιᾷ , μέχρι οὗ Νίσαια ἑάλω ὑπ’ Ἀθηναίων .