2.19.2 καὶ καθεζόμενοι ἔτεμνον πρῶτον μὲν Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον καὶ τροπήν τινα τῶν Ἀθηναίων ἱππέων περὶ τοὺς Ῥείτους καλουμένους ἐποιήσαντο · ἔπειτα προυχώρουν ἐν δεξιᾷ ἔχοντες τὸ Αἰγάλεων ὄρος διὰ Κρωπιᾶς , ἕως ἀφίκοντο ἐς Ἀχαρνάς , χωρίον μέγιστον τῆς Ἀττικῆς τῶν δήμων καλουμένων , καὶ καθεζόμενοι ἐς αὐτὸ στρατόπεδόν τε ἐποιήσαντο χρόνον τε πολὺν ἐμμείναντες ἔτεμνον .
2.20.1 γνώμῃ δὲ τοιᾷδε λέγεται τὸν Ἀρχίδαμον περί τε τὰς Ἀχαρνὰς ὡς ἐς μάχην ταξάμενον μεῖναι καὶ ἐς τὸ πεδίον ἐκείνῃ τῇ ἐσβολῇ οὐ καταβῆναι ·
2.20.2 τοὺς γὰρ Ἀθηναίους ἤλπιζεν , ἀκμάζοντάς τε νεότητι πολλῇ καὶ παρεσκευασμένους ἐς πόλεμον ὡς οὔπω πρότερον , ἴσως ἂν ἐπεξελθεῖν καὶ τὴν γῆν οὐκ ἂν περιιδεῖν τμηθῆναι .
2.20.3 ἐπειδὴ οὖν αὐτῷ ἐς Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον οὐκ ἀπήντησαν , πεῖραν ἐποιεῖτο περὶ τὰς Ἀχαρνὰς καθήμενος εἰ ἐπεξίασιν ·
2.20.4 ἅμα μὲν γὰρ αὐτῷ χῶρος ἐπιτήδειος ἐφαίνετο ἐνστρατοπεδεῦσαι , ἅμα δὲ καὶ οἱ Ἀχαρνῆς μέγα μέρος ὄντες τῆς πόλεως ( τρισχίλιοι γὰρ ὁπλῖται ἐγένοντο ) οὐ περιόψεσθαι ἐδόκουν τὰ σφέτερα διαφθαρέντα , ἀλλ’ ὁρμήσειν καὶ τοὺς πάντας ἐς μάχην . εἴ τε καὶ μὴ ἐπεξέλθοιεν ἐκείνῃ τῇ ἐσβολῇ οἱ Ἀθηναῖοι , ἀδεέστερον ἤδη ἐς τὸ ὕστερον τό τε πεδίον τεμεῖν καὶ πρὸς αὐτὴν τὴν πόλιν χωρήσεσθαι · τοὺς γὰρ Ἀχαρνέας ἐστερημένους τῶν σφετέρων οὐχ ὁμοίως προθύμους ἔσεσθαι ὑπὲρ τῆς τῶν ἄλλων κινδυνεύειν , στάσιν δ’ ἐνέσεσθαι τῇ γνώμῃ .
2.20.5 τοιαύτῃ μὲν διανοίᾳ Ἀρχίδαμος περὶ τὰς Ἀχαρνὰς ἦν .