2.21.1 Ἀθηναῖοι δὲ μέχρι μὲν οὗ περὶ Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον στρατὸς ἦν , καί τινα ἐλπίδα εἶχον ἐς τὸ ἐγγυτέρω αὐτοὺς μὴ προϊέναι , μεμνημένοι καὶ Πλειστοάνακτα τὸν Παυσανίου Λακεδαιμονίων βασιλέα , ὅτε ἐσβαλὼν τῆς Ἀττικῆς ἐς Ἐλευσῖνα καὶ Θριῶζε στρατῷ Πελοποννησίων πρὸ τοῦδε τοῦ πολέμου τέσσαρσι καὶ δέκα ἔτεσιν ἀνεχώρησε πάλιν ἐς τὸ πλέον οὐκέτι προελθών ( δι’ δὴ καὶ φυγὴ αὐτῷ ἐγένετο ἐκ Σπάρτης δόξαντι χρήμασι πεισθῆναι [ τὴν ἀναχώρησιν ] ) ·
2.21.2 ἐπειδὴ δὲ περὶ Ἀχαρνὰς εἶδον τὸν στρατὸν ἑξήκοντα σταδίους τῆς πόλεως ἀπέχοντα , οὐκέτι ἀνασχετὸν ἐποιοῦντο , ἀλλ’ αὐτοῖς , ὡς εἰκός , γῆς τεμνομένης ἐν τῷ ἐμφανεῖ , οὔπω ἑοράκεσαν οἵ γε νεώτεροι , οὐδ’ οἱ πρεσβύτεροι πλὴν τὰ Μηδικά , δεινὸν ἐφαίνετο καὶ ἐδόκει τοῖς τε ἄλλοις καὶ μάλιστα τῇ νεότητι ἐπεξιέναι καὶ μὴ περιορᾶν .
2.21.3 κατὰ ξυστάσεις τε γιγνόμενοι ἐν πολλῇ ἔριδι ἦσαν , οἱ μὲν κελεύοντες ἐπεξιέναι , οἱ δέ τινες οὐκ ἐῶντες . χρησμολόγοι τε ᾖδον χρησμοὺς παντοίους , ὧν ἀκροᾶσθαι ὡς ἕκαστος ὥρμητο . οἵ τε Ἀχαρνῆς οἰόμενοι παρὰ σφίσιν αὐτοῖς οὐκ ἐλαχίστην μοῖραν εἶναι Ἀθηναίων , ὡς αὐτῶν γῆ ἐτέμνετο , ἐνῆγον τὴν ἔξοδον μάλιστα . παντί τε τρόπῳ ἀνηρέθιστο πόλις , καὶ τὸν Περικλέα ἐν ὀργῇ εἶχον , καὶ ὧν παρῄνεσε πρότερον ἐμέμνηντο οὐδέν , ἀλλ’ ἐκάκιζον ὅτι στρατηγὸς ὢν οὐκ ἐπεξάγοι , αἴτιόν τε σφίσιν ἐνόμιζον πάντων ὧν ἔπασχον .