2.18.2 γὰρ Οἰνόη οὖσα ἐν μεθορίοις τῆς Ἀττικῆς καὶ Βοιωτίας ἐτετείχιστο , καὶ αὐτῷ φρουρίῳ οἱ Ἀθηναῖοι ἐχρῶντο ὁπότε πόλεμος καταλάβοι . τάς τε οὖν προσβολὰς ηὐτρεπίζοντο καὶ ἄλλως ἐνδιέτριψαν χρόνον περὶ αὐτήν .
2.18.3 αἰτίαν τε οὐκ ἐλαχίστην Ἀρχίδαμος ἔλαβεν ἀπ’ αὐτοῦ , δοκῶν καὶ ἐν τῇ ξυναγωγῇ τοῦ πολέμου μαλακὸς εἶναι καὶ τοῖς Ἀθηναίοις ἐπιτήδειος , οὐ παραινῶν προθύμως πολεμεῖν · ἐπειδή τε ξυνελέγετο στρατός , τε ἐν τῷ Ἰσθμῷ ἐπιμονὴ γενομένη καὶ κατὰ τὴν ἄλλην πορείαν σχολαιότης διέβαλεν αὐτόν , μάλιστα δὲ ἐν τῇ Οἰνόῃ ἐπίσχεσις .
2.18.4 οἱ γὰρ Ἀθηναῖοι ἐσεκομίζοντο ἐν τῷ χρόνῳ τούτῳ , καὶ ἐδόκουν οἱ Πελοποννήσιοι ἐπελθόντες ἂν διὰ τάχους πάντα ἔτι ἔξω καταλαβεῖν , εἰ μὴ διὰ τὴν ἐκείνου μέλλησιν .
2.18.5 ἐν τοιαύτῃ μὲν ὀργῇ στρατὸς τὸν Ἀρχίδαμον ἐν τῇ καθέδρᾳ εἶχεν . δὲ προσδεχόμενος , ὡς λέγεται , τοὺς Ἀθηναίους τῆς γῆς ἔτι ἀκεραίου οὔσης ἐνδώσειν τι καὶ κατοκνήσειν περιιδεῖν αὐτὴν τμηθεῖσαν , ἀνεῖχεν .
2.19.1 ἐπειδὴ μέντοι προσβαλόντες τῇ Οἰνόῃ καὶ πᾶσαν ἰδέαν πειράσαντες οὐκ ἐδύναντο ἑλεῖν , οἵ τε Ἀθηναῖοι οὐδὲν ἐπεκηρυκεύοντο , οὕτω δὴ ὁρμήσαντες ἀπ’ αὐτῆς μετὰ τὰ ἐν Πλαταίᾳ [ τῶν ἐσελθόντων Θηβαίων ] γενόμενα ἡμέρᾳ ὀγδοηκοστῇ μάλιστα , θέρους καὶ τοῦ σίτου ἀκμάζοντος , ἐσέβαλον ἐς τὴν Ἀττικήν · ἡγεῖτο δὲ Ἀρχίδαμος Ζευξιδάμου , Λακεδαιμονίων βασιλεύς .