2.17.1 ἐπειδή τε ἀφίκοντο ἐς τὸ ἄστυ , ὀλίγοις μέν τισιν ὑπῆρχον οἰκήσεις καὶ παρὰ φίλων τινὰς οἰκείων καταφυγή , οἱ δὲ πολλοὶ τά τε ἐρῆμα τῆς πόλεως ᾤκησαν καὶ τὰ ἱερὰ καὶ τὰ ἡρῷα πάντα πλὴν τῆς ἀκροπόλεως καὶ τοῦ Ἐλευσινίου καὶ εἴ τι ἄλλο βεβαίως κλῃστὸν ἦν · τό τε Πελαργικὸν καλούμενον τὸ ὑπὸ τὴν ἀκρόπολιν , καὶ ἐπάρατόν τε ἦν μὴ οἰκεῖν καί τι καὶ Πυθικοῦ μαντείου ἀκροτελεύτιον τοιόνδε διεκώλυε , λέγον ὡς " τὸ Πελαργικὸν ἀργὸν ἄμεινον , ὅμως ὑπὸ τῆς παραχρῆμα ἀνάγκης ἐξῳκήθη .
2.17.2 καί μοι δοκεῖ τὸ μαντεῖον τοὐναντίον ξυμβῆναι προσεδέχοντο · οὐ γὰρ διὰ τὴν παράνομον ἐνοίκησιν αἱ ξυμφοραὶ γενέσθαι τῇ πόλει , ἀλλὰ διὰ τὸν πόλεμον ἀνάγκη τῆς οἰκήσεως , ὃν οὐκ ὀνομάζον τὸ μαντεῖον προῄδει μὴ ἐπ’ ἀγαθῷ ποτὲ αὐτὸ κατοικισθησόμενον .
2.17.3 κατεσκευάσαντο δὲ καὶ ἐν τοῖς πύργοις τῶν τειχῶν πολλοὶ καὶ ὡς ἕκαστός που ἐδύνατο · οὐ γὰρ ἐχώρησε ξυνελθόντας αὐτοὺς πόλις , ἀλλ’ ὕστερον δὴ τά τε μακρὰ τείχη ᾤκησαν κατανειμάμενοι καὶ τοῦ Πειραιῶς τὰ πολλά .
2.17.4 ἅμα δὲ καὶ τῶν πρὸς τὸν πόλεμον ἥπτοντο , ξυμμάχους τε ἀγείροντες καὶ τῇ Πελοποννήσῳ ἑκατὸν νεῶν ἐπίπλουν ἐξαρτύοντες .
2.17.5 καὶ οἱ μὲν ἐν τούτῳ παρασκευῆς ἦσαν .
2.18.1 δὲ στρατὸς τῶν Πελοποννησίων προϊὼν ἀφίκετο τῆς Ἀττικῆς ἐς Οἰνόην πρῶτον , ᾗπερ ἔμελλον ἐσβαλεῖν . καὶ ὡς ἐκαθέζοντο , προσβολὰς παρεσκευάζοντο τῷ τείχει ποιησόμενοι μηχαναῖς τε καὶ ἄλλῳ τρόπῳ ·