1.144.1 " πολλὰ δὲ καὶ ἄλλα ἔχω ἐς ἐλπίδα τοῦ περιέσεσθαι , ἢν ἐθέλητε ἀρχήν τε μὴ ἐπικτᾶσθαι ἅμα πολεμοῦντες καὶ κινδύνους αὐθαιρέτους μὴ προστίθεσθαι · μᾶλλον γὰρ πεφόβημαι τὰς οἰκείας ἡμῶν ἁμαρτίας τὰς τῶν ἐναντίων διανοίας .
1.144.2 ἀλλ’ ἐκεῖνα μὲν καὶ ἐν ἄλλῳ λόγῳ ἅμα τοῖς ἔργοις δηλωθήσεται · νῦν δὲ τούτοις ἀποκρινάμενοι ἀποπέμψωμεν , Μεγαρέας μὲν ὅτι ἐάσομεν ἀγορᾷ καὶ λιμέσι χρῆσθαι , ἢν καὶ Λακεδαιμόνιοι ξενηλασίας μὴ ποιῶσι μήτε ἡμῶν μήτε τῶν ἡμετέρων ξυμμάχων ( οὔτε γὰρ ἐκεῖνο κωλύει ἐν ταῖς σπονδαῖς οὔτε τόδε ) , τὰς δὲ πόλεις ὅτι αὐτονόμους ἀφήσομεν , εἰ καὶ αὐτονόμους ἔχοντες ἐσπεισάμεθα , καὶ ὅταν κἀκεῖνοι ταῖς ἑαυτῶν ἀποδῶσι πόλεσι μὴ σφίσι [ τοῖς Λακεδαιμονίοις ] ἐπιτηδείως αὐτονομεῖσθαι , ἀλλ’ αὐτοῖς ἑκάστοις ὡς βούλονται · δίκας τε ὅτι ἐθέλομεν δοῦναι κατὰ τὰς ξυνθήκας , πολέμου δὲ οὐκ ἄρξομεν , ἀρχομένους δὲ ἀμυνούμεθα . ταῦτα γὰρ δίκαια καὶ πρέποντα ἅμα τῇδε τῇ πόλει ἀποκρίνασθαι .
1.144.3 εἰδέναι δὲ χρὴ ὅτι ἀνάγκη πολεμεῖν , ἢν δὲ ἑκούσιοι μᾶλλον δεχώμεθα , ἧσσον ἐγκεισομένους τοὺς ἐναντίους ἕξομεν , ἔκ τε τῶν μεγίστων κινδύνων ὅτι καὶ πόλει καὶ ἰδιώτῃ μέγισται τιμαὶ περιγίγνονται .
1.144.4 οἱ γοῦν πατέρες ἡμῶν ὑποστάντες Μήδους καὶ οὐκ ἀπὸ τοσῶνδε ὁρμώμενοι , ἀλλὰ καὶ τὰ ὑπάρχοντα ἐκλιπόντες , γνώμῃ τε πλέονι τύχῃ καὶ τόλμῃ μείζονι δυνάμει τόν τε βάρβαρον ἀπεώσαντο καὶ ἐς τάδε προήγαγον αὐτά . ὧν οὐ χρὴ λείπεσθαι , ἀλλὰ τούς τε ἐχθροὺς παντὶ τρόπῳ ἀμύνεσθαι καὶ τοῖς ἐπιγιγνομένοις πειρᾶσθαι αὐτὰ μὴ ἐλάσσω παραδοῦναι . "