1.143.2 καὶ ἐπὶ τῷ κινδύνῳ οὐδεὶς ἂν δέξαιτο τῶν ξένων τήν τε αὑτοῦ φεύγειν καὶ μετὰ τῆς ἥσσονος ἅμα ἐλπίδος ὀλίγων ἡμερῶν ἕνεκα μεγάλου μισθοῦ δόσεως ἐκείνοις ξυναγωνίζεσθαι .
1.143.3 " καὶ τὰ μὲν Πελοποννησίων ἔμοιγε τοιαῦτα καὶ παραπλήσια δοκεῖ εἶναι , τὰ δὲ ἡμέτερα τούτων τε ὧνπερ ἐκείνοις ἐμεμψάμην ἀπηλλάχθαι καὶ ἄλλα οὐκ ἀπὸ τοῦ ἴσου μεγάλα ἔχειν .
1.143.4 ἤν τε ἐπὶ τὴν χώραν ἡμῶν πεζῇ ἴωσιν , ἡμεῖς ἐπὶ τὴν ἐκείνων πλευσούμεθα , καὶ οὐκέτι ἐκ τοῦ ὁμοίου ἔσται Πελοποννήσου τε μέρος τι τμηθῆναι καὶ τὴν Ἀττικὴν ἅπασαν · οἱ μὲν γὰρ οὐχ ἕξουσιν ἄλλην ἀντιλαβεῖν ἀμαχεί , ἡμῖν δ’ ἐστὶ γῆ πολλὴ καὶ ἐν νήσοις καὶ κατ’ ἤπειρον ·
1.143.5 μέγα γὰρ τὸ τῆς θαλάσσης κράτος . σκέψασθε δέ · εἰ γὰρ ἦμεν νησιῶται , τίνες ἂν ἀληπτότεροι ἦσαν ; καὶ νῦν χρὴ ὅτι ἐγγύτατα τούτου διανοηθέντας τὴν μὲν γῆν καὶ οἰκίας ἀφεῖναι , τῆς δὲ θαλάσσης καὶ πόλεως φυλακὴν ἔχειν , καὶ Πελοποννησίοις ὑπὲρ αὐτῶν ὀργισθέντας πολλῷ πλέοσι μὴ διαμάχεσθαι ( κρατήσαντές τε γὰρ αὖθις οὐκ ἐλάσσοσι μαχούμεθα καὶ ἢν σφαλῶμεν , τὰ τῶν ξυμμάχων , ὅθεν ἰσχύομεν , προσαπόλλυται · οὐ γὰρ ἡσυχάσουσι μὴ ἱκανῶν ἡμῶν ὄντων ἐπ’ αὐτοὺς στρατεύειν ) , τήν τε ὀλόφυρσιν μὴ οἰκιῶν καὶ γῆς ποιεῖσθαι , ἀλλὰ τῶν σωμάτων · οὐ γὰρ τάδε τοὺς ἄνδρας , ἀλλ’ οἱ ἄνδρες ταῦτα κτῶνται . καὶ εἰ ᾤμην πείσειν ὑμᾶς , αὐτοὺς ἂν ἐξελθόντας ἐκέλευον αὐτὰ δῃῶσαι καὶ δεῖξαι Πελοποννησίοις ὅτι τούτων γε ἕνεκα οὐχ ὑπακούσεσθε .