1.145.1 μὲν Περικλῆς τοιαῦτα εἶπεν , οἱ δὲ Ἀθηναῖοι νομίσαντες ἄριστα σφίσι παραινεῖν αὐτὸν ἐψηφίσαντο ἐκέλευε , καὶ τοῖς Λακεδαιμονίοις ἀπεκρίναντο τῇ ἐκείνου γνώμῃ , καθ’ ἕκαστά τε ὡς ἔφρασε καὶ τὸ ξύμπαν , οὐδὲν κελευόμενοι ποιήσειν , δίκῃ δὲ κατὰ τὰς ξυνθήκας ἑτοῖμοι εἶναι διαλύεσθαι περὶ τῶν ἐγκλημάτων ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ . καὶ οἱ μὲν ἀπεχώρησαν ἐπ’ οἴκου καὶ οὐκέτι ὕστερον ἐπρεσβεύοντο ·
1.146.1 αἰτίαι δὲ αὗται καὶ διαφοραὶ ἐγένοντο ἀμφοτέροις πρὸ τοῦ πολέμου , ἀρξάμεναι εὐθὺς ἀπὸ τῶν ἐν Ἐπιδάμνῳ καὶ Κερκύρᾳ · ἐπεμείγνυντο δὲ ὅμως ἐν αὐταῖς καὶ παρ’ ἀλλήλους ἐφοίτων ἀκηρύκτως μέν , ἀνυπόπτως δὲ οὔ · σπονδῶν γὰρ ξύγχυσις τὰ γιγνόμενα ἦν καὶ πρόφασις τοῦ πολεμεῖν .
2.1.1 ἄρχεται δὲ πόλεμος ἐνθένδε ἤδη Ἀθηναίων καὶ Πελοποννησίων καὶ τῶν ἑκατέροις ξυμμάχων , ἐν οὔτε ἐπεμείγνυντο ἔτι ἀκηρυκτεὶ παρ’ ἀλλήλους καταστάντες τε ξυνεχῶς ἐπολέμουν · γέγραπται δὲ ἑξῆς ὡς ἕκαστα ἐγίγνετο κατὰ θέρος καὶ χειμῶνα .
2.2.1 τέσσαρα μὲν γὰρ καὶ δέκα ἔτη ἐνέμειναν αἱ τριακοντούτεις σπονδαὶ αἳ ἐγένοντο μετ’ Εὐβοίας ἅλωσιν · τῷ δὲ πέμπτῳ καὶ δεκάτῳ ἔτει , ἐπὶ Χρυσίδος ἐν Ἄργει τότε πεντήκοντα δυοῖν δέοντα ἔτη ἱερωμένης καὶ Αἰνησίου ἐφόρου ἐν Σπάρτῃ καὶ Πυθοδώρου ἔτι δύο μῆνας ἄρχοντος Ἀθηναίοις , μετὰ τὴν ἐν Ποτειδαίᾳ μάχην μηνὶ ἕκτῳ καὶ ἅμα ἦρι ἀρχομένῳ Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων ( ἡγοῦντο δὲ αὐτῶν βοιωταρχοῦντες Πυθάγγελός τε Φυλείδου καὶ Διέμπορος Ὀνητορίδου ) ἐσῆλθον περὶ πρῶτον ὕπνον ξὺν ὅπλοις ἐς Πλάταιαν τῆς Βοιωτίας οὖσαν Ἀθηναίων ξυμμαχίδα .