1.137.2 ἐν ὁλκάδος τυχὼν ἀναγομένης ἐπ’ Ἰωνίας καὶ ἐπιβὰς καταφέρεται χειμῶνι ἐς τὸ Ἀθηναίων στρατόπεδον , ἐπολιόρκει Νάξον . καί ( ἦν γὰρ ἀγνὼς τοῖς ἐν τῇ νηί ) δείσας φράζει τῷ ναυκλήρῳ ὅστις ἐστὶ καὶ δι’ φεύγει , καὶ εἰ μὴ σώσει αὐτόν , ἔφη ἐρεῖν ὅτι χρήμασι πεισθεὶς αὐτὸν ἄγει · τὴν δὲ ἀσφάλειαν εἶναι μηδένα ἐκβῆναι ἐκ τῆς νεὼς μέχρι πλοῦς γένηται · πειθομένῳ δ’ αὐτῷ χάριν ἀπομνήσεσθαι ἀξίαν . δὲ ναύκληρος ποιεῖ τε ταῦτα καὶ ἀποσαλεύσας ἡμέραν καὶ νύκτα ὑπὲρ τοῦ στρατοπέδου ὕστερον ἀφικνεῖται ἐς Ἔφεσον .
1.137.3 καὶ Θεμιστοκλῆς ἐκεῖνόν τε ἐθεράπευσε χρημάτων δόσει ( ἦλθε γὰρ αὐτῷ ὕστερον ἔκ τε Ἀθηνῶν παρὰ τῶν φίλων καὶ ἐξ Ἄργους ὑπεξέκειτο ) καὶ μετὰ τῶν κάτω Περσῶν τινὸς πορευθεὶς ἄνω ἐσπέμπει γράμματα πρὸς βασιλέα Ἀρταξέρξην τὸν Ξέρξου νεωστὶ βασιλεύοντα .
1.137.4 ἐδήλου δὲ γραφὴ ὅτι " Θεμιστοκλῆς ἥκω παρὰ σέ , ὃς κακὰ μὲν πλεῖστα Ἑλλήνων εἴργασμαι τὸν ὑμέτερον οἶκον , ὅσον χρόνον τὸν σὸν πατέρα ἐπιόντα ἐμοὶ ἀνάγκῃ ἠμυνόμην , πολὺ δ’ ἔτι πλείω ἀγαθά , ἐπειδὴ ἐν τῷ ἀσφαλεῖ μὲν ἐμοί , ἐκείνῳ δὲ ἐν ἐπικινδύνῳ πάλιν ἀποκομιδὴ ἐγίγνετο . καί μοι εὐεργεσία ὀφείλεται ( γράψας τήν τε ἐκ Σαλαμῖνος προάγγελσιν τῆς ἀναχωρήσεως καὶ τὴν τῶν γεφυρῶν , ἣν ψευδῶς προσεποιήσατο , τότε δι’ αὑτὸν οὐ διάλυσιν ) , καὶ νῦν ἔχων σε μεγάλα ἀγαθὰ δρᾶσαι πάρειμι διωκόμενος ὑπὸ τῶν Ἑλλήνων διὰ τὴν σὴν φιλίαν . βούλομαι δ’ ἐνιαυτὸν ἐπισχὼν αὐτός σοι περὶ ὧν ἥκω δηλῶσαι . "