1.136.3 καὶ μὲν οὐκ ἔτυχεν ἐπιδημῶν , δὲ τῆς γυναικὸς ἱκέτης γενόμενος διδάσκεται ὑπ’ αὐτῆς τὸν παῖδα σφῶν λαβὼν καθέζεσθαι ἐπὶ τὴν ἑστίαν .
1.136.4 καὶ ἐλθόντος οὐ πολὺ ὕστερον τοῦ Ἀδμήτου δηλοῖ τε ὅς ἐστι καὶ οὐκ ἀξιοῖ , εἴ τι ἄρα αὐτὸς ἀντεῖπεν αὐτῷ Ἀθηναίων δεομένῳ , φεύγοντα τιμωρεῖσθαι · καὶ γὰρ ἂν ὑπ’ ἐκείνου πολλῷ ἀσθενεστέρου ἐν τῷ παρόντι κακῶς πάσχειν , γενναῖον δὲ εἶναι τοὺς ὁμοίους ἀπὸ τοῦ ἴσου τιμωρεῖσθαι . καὶ ἅμα αὐτὸς μὲν ἐκείνῳ χρείας τινὸς καὶ οὐκ ἐς τὸ σῶμα σῴζεσθαι ἐναντιωθῆναι , ἐκεῖνον δ’ ἄν , εἰ ἐκδοίη αὐτόν ( εἰπὼν ὑφ’ ὧν καὶ ἐφ’ διώκεται ) , σωτηρίας ἂν τῆς ψυχῆς ἀποστερῆσαι .
1.137.1 δὲ ἀκούσας ἀνίστησί τε αὐτὸν μετὰ τοῦ ἑαυτοῦ υἱέος , ὥσπερ καὶ ἔχων αὐτὸν ἐκαθέζετο , καὶ μέγιστον ἦν ἱκέτευμα τοῦτο , καὶ ὕστερον οὐ πολλῷ τοῖς τε Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἐλθοῦσι καὶ πολλὰ εἰποῦσιν οὐκ ἐκδίδωσιν , ἀλλ’ ἀποστέλλει βουλόμενον ὡς βασιλέα πορευθῆναι ἐπὶ τὴν ἑτέραν θάλασσαν πεζῇ ἐς Πύδναν τὴν Ἀλεξάνδρου .