1.138.1 βασιλεὺς δέ , ὡς λέγεται , ἐθαύμασέ τε αὐτοῦ τὴν διάνοιαν καὶ ἐκέλευε ποιεῖν οὕτως . δ’ ἐν τῷ χρόνῳ ὃν ἐπέσχε τῆς τε Περσίδος γλώσσης ὅσα ἐδύνατο κατενόησε καὶ τῶν ἐπιτηδευμάτων τῆς χώρας ·
1.138.2 ἀφικόμενος δὲ μετὰ τὸν ἐνιαυτὸν γίγνεται παρ’ αὐτῷ μέγας καὶ ὅσος οὐδείς πω Ἑλλήνων διά τε τὴν προϋπάρχουσαν ἀξίωσιν καὶ τοῦ Ἑλληνικοῦ ἐλπίδα , ἣν ὑπετίθει αὐτῷ δουλώσειν , μάλιστα δὲ ἀπὸ τοῦ πεῖραν διδοὺς ξυνετὸς φαίνεσθαι .
1.138.3 ἦν γὰρ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι · οἰκείᾳ γὰρ ξυνέσει καὶ οὔτε προμαθὼν ἐς αὐτὴν οὐδὲν οὔτ’ ἐπιμαθών , τῶν τε παραχρῆμα δι’ ἐλαχίστης βουλῆς κράτιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής · καὶ μὲν μετὰ χεῖρας ἔχοι , καὶ ἐξηγήσασθαι οἷός τε , ὧν δ’ ἄπειρος εἴη , κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο · τό τε ἄμεινον χεῖρον ἐν τῷ ἀφανεῖ ἔτι προεώρα μάλιστα . καὶ τὸ ξύμπαν εἰπεῖν φύσεως μὲν δυνάμει , μελέτης δὲ βραχύτητι κράτιστος δὴ οὗτος αὐτοσχεδιάζειν τὰ δέοντα ἐγένετο .
1.138.4 νοσήσας δὲ τελευτᾷ τὸν βίον · λέγουσι δέ τινες καὶ ἑκούσιον φαρμάκῳ ἀποθανεῖν αὐτόν , ἀδύνατον νομίσαντα εἶναι ἐπιτελέσαι βασιλεῖ ὑπέσχετο .
1.138.5 μνημεῖον μὲν οὖν αὐτοῦ ἐν Μαγνησίᾳ ἐστὶ τῇ Ἀσιανῇ ἐν τῇ ἀγορᾷ · ταύτης γὰρ ἦρχε τῆς χώρας , δόντος βασιλέως αὐτῷ Μαγνησίαν μὲν ἄρτον , προσέφερε πεντήκοντα τάλαντα τοῦ ἐνιαυτοῦ , Λάμψακον δὲ οἶνον ( ἐδόκει γὰρ πολυοινότατον τῶν τότε εἶναι ) , Μυοῦντα δὲ ὄψον .