1.134.3 καὶ μέλλοντος αὐτοῦ ἀποψύχειν ὥσπερ εἶχεν ἐν τῷ οἰκήματι , αἰσθόμενοι ἐξάγουσιν ἐκ τοῦ ἱεροῦ ἔτι ἔμπνουν ὄντα , καὶ ἐξαχθεὶς ἀπέθανε παραχρῆμα .
1.134.4 καὶ αὐτὸν ἐμέλλησαν μὲν ἐς τὸν Καιάδαν [ οὗπερ τοὺς κακούργους ] ἐσβάλλειν · ἔπειτα ἔδοξε πλησίον που κατορύξαι . δὲ θεὸς ἐν Δελφοῖς τόν τε τάφον ὕστερον ἔχρησε τοῖς Λακεδαιμονίοις μετενεγκεῖν οὗπερ ἀπέθανε ( καὶ νῦν κεῖται ἐν τῷ προτεμενίσματι , γραφῇ στῆλαι δηλοῦσι ) καὶ ὡς ἄγος αὐτοῖς ὂν τὸ πεπραγμένον δύο σώματα ἀνθ’ ἑνὸς τῇ Χαλκιοίκῳ ἀποδοῦναι . οἱ δὲ ποιησάμενοι χαλκοῦς ἀνδριάντας δύο ὡς ἀντὶ Παυσανίου ἀνέθεσαν .
1.135.1 οἱ δὲ Ἀθηναῖοι , ὡς καὶ τοῦ θεοῦ ἄγος κρίναντος , ἀντεπέταξαν τοῖς Λακεδαιμονίοις ἐλαύνειν αὐτό .
1.135.2 τοῦ δὲ μηδισμοῦ τοῦ Παυσανίου οἱ Λακεδαιμόνιοι πρέσβεις πέμψαντες παρὰ τοὺς Ἀθηναίους ξυνεπῃτιῶντο καὶ τὸν Θεμιστοκλέα , ὡς ηὕρισκον ἐκ τῶν περὶ Παυσανίαν ἐλέγχων , ἠξίουν τε τοῖς αὐτοῖς κολάζεσθαι αὐτόν .
1.135.3 οἱ δὲ πεισθέντες ( ἔτυχε γὰρ ὠστρακισμένος καὶ ἔχων δίαιταν μὲν ἐν Ἄργει , ἐπιφοιτῶν δὲ καὶ ἐς τὴν ἄλλην Πελοπόννησον ) πέμπουσι μετὰ τῶν Λακεδαιμονίων ἑτοίμων ὄντων ξυνδιώκειν ἄνδρας οἷς εἴρητο ἄγειν ὅπου ἂν περιτύχωσιν .
1.136.1 δὲ Θεμιστοκλῆς προαισθόμενος φεύγει ἐκ Πελοποννήσου ἐς Κέρκυραν , ὢν αὐτῶν εὐεργέτης . δεδιέναι δὲ φασκόντων Κερκυραίων ἔχειν αὐτὸν ὥστε Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἀπεχθέσθαι , διακομίζεται ὑπ’ αὐτῶν ἐς τὴν ἤπειρον τὴν καταντικρύ .
1.136.2 καὶ διωκόμενος ὑπὸ τῶν προστεταγμένων κατὰ πύστιν χωροίη , ἀναγκάζεται κατά τι ἄπορον παρὰ Ἄδμητον τὸν Μολοσσῶν βασιλέα ὄντα αὐτῷ οὐ φίλον καταλῦσαι .