1.123.1 τὰ μὲν οὖν προγεγενημένα τί δεῖ μακρότερον ἐς ὅσον τοῖς νῦν ξυμφέρει αἰτιᾶσθαι ; περὶ δὲ τῶν ἔπειτα μελλόντων τοῖς παροῦσι βοηθοῦντας χρὴ ἐπιταλαιπωρεῖν ( πάτριον γὰρ ὑμῖν ἐκ τῶν πόνων τὰς ἀρετὰς κτᾶσθαι ) , καὶ μὴ μεταβάλλειν τὸ ἔθος , εἰ ἄρα πλούτῳ τε νῦν καὶ ἐξουσίᾳ ὀλίγον προφέρετε ( οὐ γὰρ δίκαιον τῇ ἀπορίᾳ ἐκτήθη τῇ περιουσίᾳ ἀπολέσθαι ) , ἀλλὰ θαρσοῦντας ἰέναι κατὰ πολλὰ ἐς τὸν πόλεμον , τοῦ τε θεοῦ χρήσαντος καὶ αὐτοῦ ὑποσχομένου ξυλλήψεσθαι καὶ τῆς ἄλλης Ἑλλάδος ἁπάσης ξυναγωνιουμένης , τὰ μὲν φόβῳ , τὰ δὲ ὠφελίᾳ .
1.123.2 σπονδάς τε οὐ λύσετε πρότεροι , ἅς γε καὶ θεὸς κελεύων πολεμεῖν νομίζει παραβεβάσθαι , ἠδικημέναις δὲ μᾶλλον βοηθήσετε · λύουσι γὰρ οὐχ οἱ ἀμυνόμενοι , ἀλλ’ οἱ πρότεροι ἐπιόντες .
1.124.1 " ὥστε πανταχόθεν καλῶς ὑπάρχον ὑμῖν πολεμεῖν καὶ ἡμῶν κοινῇ τάδε παραινούντων , εἴπερ βεβαιότατον τὸ ταὐτὰ ξυμφέροντα καὶ πόλεσι καὶ ἰδιώταις εἶναι , μὴ μέλλετε Ποτειδεάταις τε ποιεῖσθαι τιμωρίαν οὖσι Δωριεῦσι καὶ ὑπὸ Ἰώνων πολιορκουμένοις , οὗ πρότερον ἦν τοὐναντίον , καὶ τῶν ἄλλων μετελθεῖν τὴν ἐλευθερίαν , ὡς οὐκέτι ἐνδέχεται περιμένοντας τοὺς μὲν ἤδη βλάπτεσθαι , τοὺς δ’ , εἰ γνωσθησόμεθα ξυνελθόντες μέν , ἀμύνεσθαι δὲ οὐ τολμῶντες , μὴ πολὺ ὕστερον τὸ αὐτὸ πάσχειν ·