1.122.1 ὑπάρχουσι δὲ καὶ ἄλλαι ὁδοὶ τοῦ πολέμου ἡμῖν , ξυμμάχων τε ἀπόστασις , μάλιστα παραίρεσις οὖσα τῶν προσόδων αἷς ἰσχύουσι , καὶ ἐπιτειχισμὸς τῇ χώρᾳ , ἄλλα τε ὅσα οὐκ ἄν τις νῦν προΐδοι . ἥκιστα γὰρ πόλεμος ἐπὶ ῥητοῖς χωρεῖ , αὐτὸς δὲ ἀφ’ αὑτοῦ τὰ πολλὰ τεχνᾶται πρὸς τὸ παρατυγχάνον · ἐν μὲν εὐοργήτως αὐτῷ προσομιλήσας βεβαιότερος , δ’ ὀργισθεὶς περὶ αὐτὸν οὐκ ἐλάσσω πταίει .
1.122.2 " ἐνθυμώμεθα δὲ καὶ ὅτι εἰ μὲν ἡμῶν ἦσαν ἑκάστοις πρὸς ἀντιπάλους περὶ γῆς ὅρων αἱ διαφοραί , οἰστὸν ἂν ἦν · νῦν δὲ πρὸς ξύμπαντάς τε ἡμᾶς Ἀθηναῖοι ἱκανοὶ καὶ κατὰ πόλιν ἔτι δυνατώτεροι , ὥστε εἰ μὴ καὶ ἁθρόοι καὶ κατὰ ἔθνη καὶ ἕκαστον ἄστυ μιᾷ γνώμῃ ἀμυνούμεθα αὐτούς , δίχα γε ὄντας ἡμᾶς ἀπόνως χειρώσονται . καὶ τὴν ἧσσαν , εἰ καὶ δεινόν τῳ ἀκοῦσαι , ἴστω οὐκ ἄλλο τι φέρουσαν ἄντικρυς δουλείαν ·
1.122.3 καὶ λόγῳ ἐνδοιασθῆναι αἰσχρὸν τῇ Πελοποννήσῳ καὶ πόλεις τοσάσδε ὑπὸ μιᾶς κακοπαθεῖν . ἐν δικαίως δοκοῖμεν ἂν πάσχειν διὰ δειλίαν ἀνέχεσθαι καὶ τῶν πατέρων χείρους φαίνεσθαι , οἳ τὴν Ἑλλάδα ἠλευθέρωσαν , ἡμεῖς δὲ οὐδ’ ἡμῖν αὐτοῖς βεβαιοῦμεν αὐτό , τύραννον δὲ ἐῶμεν ἐγκαθεστάναι πόλιν , τοὺς δ’ ἐν μιᾷ μονάρχους ἀξιοῦμεν καταλύειν .
1.122.4 καὶ οὐκ ἴσμεν ὅπως τάδε τριῶν τῶν μεγίστων ξυμφορῶν ἀπήλλακται , ἀξυνεσίας μαλακίας ἀμελείας . οὐ γὰρ δὴ πεφευγότες αὐτὰ ἐπὶ τὴν πλείστους δὴ βλάψασαν καταφρόνησιν κεχωρήκατε , ἐκ τοῦ πολλοὺς σφάλλειν τὸ ἐναντίον ὄνομα ἀφροσύνη μετωνόμασται .