1.124.2 ἀλλὰ νομίσαντες ἐς ἀνάγκην ἀφῖχθαι , ἄνδρες ξύμμαχοι , καὶ ἅμα τάδε ἄριστα λέγεσθαι , ψηφίσασθε τὸν πόλεμον μὴ φοβηθέντες τὸ αὐτίκα δεινόν , τῆς δ’ ἀπ’ αὐτοῦ διὰ πλείονος εἰρήνης ἐπιθυμήσαντες · ἐκ πολέμου μὲν γὰρ εἰρήνη μᾶλλον βεβαιοῦται , ἀφ’ ἡσυχίας δὲ μὴ πολεμῆσαι οὐχ ὁμοίως ἀκίνδυνον .
1.124.3 καὶ τὴν καθεστηκυῖαν ἐν τῇ Ἑλλάδι πόλιν τύραννον ἡγησάμενοι ἐπὶ πᾶσιν ὁμοίως καθεστάναι , ὥστε τῶν μὲν ἤδη ἄρχειν , τῶν δὲ διανοεῖσθαι , παραστησώμεθα ἐπελθόντες , καὶ αὐτοί τε ἀκινδύνως τὸ λοιπὸν οἰκῶμεν καὶ τοὺς νῦν δεδουλωμένους Ἕλληνας ἐλευθερώσωμεν . " τοιαῦτα μὲν οἱ Κορίνθιοι εἶπον .
1.125.1 οἱ δὲ Λακεδαιμόνιοι ἐπειδὴ ἀφ’ ἁπάντων ἤκουσαν γνώμην , ψῆφον ἐπήγαγον τοῖς ξυμμάχοις ἅπασιν ὅσοι παρῆσαν ἑξῆς , καὶ μείζονι καὶ ἐλάσσονι πόλει · καὶ τὸ πλῆθος ἐψηφίσαντο πολεμεῖν .
1.125.2 δεδογμένον δὲ αὐτοῖς εὐθὺς μὲν ἀδύνατα ἦν ἐπιχειρεῖν ἀπαρασκεύοις οὖσιν , ἐκπορίζεσθαι δὲ ἐδόκει ἑκάστοις πρόσφορα ἦν καὶ μὴ εἶναι μέλλησιν . ὅμως δὲ καθισταμένοις ὧν ἔδει ἐνιαυτὸς μὲν οὐ διετρίβη , ἔλασσον δέ , πρὶν ἐσβαλεῖν ἐς τὴν Ἀττικὴν καὶ τὸν πόλεμον ἄρασθαι φανερῶς .
1.126.1 ἐν τούτῳ δὲ ἐπρεσβεύοντο τῷ χρόνῳ πρὸς τοὺς Ἀθηναίους ἐγκλήματα ποιούμενοι , ὅπως σφίσιν ὅτι μεγίστη πρόφασις εἴη τοῦ πολεμεῖν , ἢν μή τι ἐσακούωσιν .
1.126.2 καὶ πρῶτον μὲν πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι ἐκέλευον τοὺς Ἀθηναίους τὸ ἄγος ἐλαύνειν τῆς θεοῦ · τὸ δὲ ἄγος ἦν τοιόνδε .