1.121.2 κατὰ πολλὰ δὲ ἡμᾶς εἰκὸς ἐπικρατῆσαι , πρῶτον μὲν πλήθει προύχοντας καὶ ἐμπειρίᾳ πολεμικῇ , ἔπειτα ὁμοίως πάντας ἐς τὰ παραγγελλόμενα ἰόντας ,
1.121.3 ναυτικόν τε , ἰσχύουσιν , ἀπὸ τῆς ὑπαρχούσης τε ἑκάστοις οὐσίας ἐξαρτυσόμεθα καὶ ἀπὸ τῶν ἐν Δελφοῖς καὶ Ὀλυμπίᾳ χρημάτων · δάνεισμα γὰρ ποιησάμενοι ὑπολαβεῖν οἷοί τ’ ἐσμὲν μισθῷ μείζονι τοὺς ξένους αὐτῶν ναυβάτας . ὠνητὴ γὰρ Ἀθηναίων δύναμις μᾶλλον οἰκεία · δὲ ἡμετέρα ἧσσον ἂν τοῦτο πάθοι , τοῖς σώμασι τὸ πλέον ἰσχύουσα τοῖς χρήμασιν .
1.121.4 μιᾷ τε νίκῃ ναυμαχίας κατὰ τὸ εἰκὸς ἁλίσκονται · εἰ δ’ ἀντίσχοιεν , μελετήσομεν καὶ ἡμεῖς ἐν πλέονι χρόνῳ τὰ ναυτικά , καὶ ὅταν τὴν ἐπιστήμην ἐς τὸ ἴσον καταστήσωμεν , τῇ γε εὐψυχίᾳ δήπου περιεσόμεθα . γὰρ ἡμεῖς ἔχομεν φύσει ἀγαθόν , ἐκείνοις οὐκ ἂν γένοιτο διδαχῇ · δ’ ἐκεῖνοι ἐπιστήμῃ προύχουσι , καθαιρετὸν ἡμῖν ἐστὶ μελέτῃ .
1.121.5 χρήματα δὲ ὥστε ἔχειν ἐς αὐτά , οἴσομεν · δεινὸν ἂν εἴη εἰ οἱ μὲν ἐκείνων ξύμμαχοι ἐπὶ δουλείᾳ τῇ αὑτῶν φέροντες οὐκ ἀπεροῦσιν , ἡμεῖς δ’ ἐπὶ τῷ τιμωρούμενοι τοὺς ἐχθροὺς καὶ αὐτοὶ ἅμα σῴζεσθαι οὐκ ἄρα δαπανήσομεν καὶ ἐπὶ τῷ μὴ ὑπ’ ἐκείνων αὐτὰ ἀφαιρεθέντες αὐτοῖς τούτοις κακῶς πάσχειν .