1.120.2 ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν οὐχὶ διδαχῆς δέονται ὥστε φυλάξασθαι αὐτούς · τοὺς δὲ τὴν μεσόγειαν μᾶλλον καὶ μὴ ἐν πόρῳ κατῳκημένους εἰδέναι χρὴ ὅτι , τοῖς κάτω ἢν μὴ ἀμύνωσι , χαλεπωτέραν ἕξουσι τὴν κατακομιδὴν τῶν ὡραίων καὶ πάλιν ἀντίληψιν ὧν θάλασσα τῇ ἠπείρῳ δίδωσι , καὶ τῶν νῦν λεγομένων μὴ κακοὺς κριτὰς ὡς μὴ προσηκόντων εἶναι , προσδέχεσθαι δέ ποτε , εἰ τὰ κάτω πρόοιντο , κἂν μέχρι σφῶν τὸ δεινὸν προελθεῖν , καὶ περὶ αὑτῶν οὐχ ἧσσον νῦν βουλεύεσθαι .
1.120.3 δι’ ὅπερ καὶ μὴ ὀκνεῖν δεῖ αὐτοὺς τὸν πόλεμον ἀντ’ εἰρήνης μεταλαμβάνειν . ἀνδρῶν γὰρ σωφρόνων μέν ἐστιν , εἰ μὴ ἀδικοῖντο , ἡσυχάζειν , ἀγαθῶν δὲ ἀδικουμένους ἐκ μὲν εἰρήνης πολεμεῖν , εὖ δὲ παρασχὸν ἐκ πολέμου πάλιν ξυμβῆναι , καὶ μήτε τῇ κατὰ πόλεμον εὐτυχίᾳ ἐπαίρεσθαι μήτε τῷ ἡσύχῳ τῆς εἰρήνης ἡδόμενον ἀδικεῖσθαι .
1.120.4 τε γὰρ διὰ τὴν ἡδονὴν ὀκνῶν τάχιστ’ ἂν ἀφαιρεθείη τῆς ῥᾳστώνης τὸ τερπνὸν δι’ ὅπερ ὀκνεῖ , εἰ ἡσυχάζοι , τε ἐν πολέμῳ εὐτυχίᾳ πλεονάζων οὐκ ἐντεθύμηται θράσει ἀπίστῳ ἐπαιρόμενος .
1.120.5 πολλὰ γὰρ κακῶς γνωσθέντα ἀβουλοτέρων τῶν ἐναντίων τυχόντα κατωρθώθη , καὶ ἔτι πλείω καλῶς δοκοῦντα βουλευθῆναι ἐς τοὐναντίον αἰσχρῶς περιέστη · ἐνθυμεῖται γὰρ οὐδεὶς ὁμοῖα τῇ πίστει καὶ ἔργῳ ἐπεξέρχεται , ἀλλὰ μετ’ ἀσφαλείας μὲν δοξάζομεν , μετὰ δέους δὲ ἐν τῷ ἔργῳ ἐλλείπομεν .
1.121.1 " ἡμεῖς δὲ νῦν καὶ ἀδικούμενοι τὸν πόλεμον ἐγείρομεν καὶ ἱκανὰ ἔχοντες ἐγκλήματα , καὶ ὅταν ἀμυνώμεθα Ἀθηναίους , καταθησόμεθα αὐτὸν ἐν καιρῷ .