1.91.1 οἱ δὲ ἀκούοντες τῷ μὲν Θεμιστοκλεῖ ἐπείθοντο διὰ φιλίαν αὐτοῦ , τῶν δὲ ἄλλων ἀφικνουμένων καὶ σαφῶς κατηγορούντων ὅτι τειχίζεταί τε καὶ ἤδη ὕψος λαμβάνει , οὐκ εἶχον ὅπως χρὴ ἀπιστῆσαι .
1.91.2 γνοὺς δὲ ἐκεῖνος κελεύει αὐτοὺς μὴ λόγοις μᾶλλον παράγεσθαι πέμψαι σφῶν αὐτῶν ἄνδρας οἵτινες χρηστοὶ καὶ πιστῶς ἀναγγελοῦσι σκεψάμενοι .
1.91.3 ἀποστέλλουσιν οὖν , καὶ περὶ αὐτῶν Θεμιστοκλῆς τοῖς Ἀθηναίοις κρύφα πέμπει κελεύων ὡς ἥκιστα ἐπιφανῶς κατασχεῖν καὶ μὴ ἀφεῖναι πρὶν ἂν αὐτοὶ πάλιν κομισθῶσιν ( ἤδη γὰρ καὶ ἧκον αὐτῷ οἱ ξυμπρέσβεις , Ἁβρώνιχός τε Λυσικλέους καὶ Ἀριστείδης Λυσιμάχου , ἀγγέλλοντες ἔχειν ἱκανῶς τὸ τεῖχος ) ἐφοβεῖτο γὰρ μὴ οἱ Λακεδαιμόνιοι σφᾶς , ὁπότε σαφῶς ἀκούσειαν , οὐκέτι ἀφῶσιν .
1.91.4 οἵ τε οὖν Ἀθηναῖοι τοὺς πρέσβεις , ὥσπερ ἐπεστάλη , κατεῖχον , καὶ Θεμιστοκλῆς ἐπελθὼν τοῖς Λακεδαιμονίοις ἐνταῦθα δὴ φανερῶς εἶπεν ὅτι μὲν πόλις σφῶν τετείχισται ἤδη ὥστε ἱκανὴ εἶναι σῴζειν τοὺς ἐνοικοῦντας , εἰ δέ τι βούλονται Λακεδαιμόνιοι οἱ ξύμμαχοι πρεσβεύεσθαι παρὰ σφᾶς , ὡς πρὸς διαγιγνώσκοντας τὸ λοιπὸν ἰέναι τά τε σφίσιν αὐτοῖς ξύμφορα καὶ τὰ κοινά .
1.91.5 τήν τε γὰρ πόλιν ὅτε ἐδόκει ἐκλιπεῖν ἄμεινον εἶναι καὶ ἐς τὰς ναῦς ἐσβῆναι , ἄνευ ἐκείνων ἔφασαν γνόντες τολμῆσαι , καὶ ὅσα αὖ μετ’ ἐκείνων βουλεύεσθαι , οὐδενὸς ὕστεροι γνώμῃ φανῆναι .
1.91.6 δοκεῖν οὖν σφίσι καὶ νῦν ἄμεινον εἶναι τὴν ἑαυτῶν πόλιν τεῖχος ἔχειν , καὶ ἰδίᾳ τοῖς πολίταις καὶ ἐς τοὺς πάντας ξυμμάχους ὠφελιμώτερον ἔσεσθαι ·