1.90.2 ἠξίουν τε αὐτοὺς μὴ τειχίζειν , ἀλλὰ καὶ τῶν ἔξω Πελοποννήσου μᾶλλον ὅσοις εἱστήκει ξυγκαθελεῖν μετὰ σφῶν τοὺς περιβόλους , τὸ μὲν βουλόμενον καὶ ὕποπτον τῆς γνώμης οὐ δηλοῦντες ἐς τοὺς Ἀθηναίους , ὡς δὲ τοῦ βαρβάρου , εἰ αὖθις ἐπέλθοι , οὐκ ἂν ἔχοντος ἀπὸ ἐχυροῦ ποθέν , ὥσπερ νῦν ἐκ τῶν Θηβῶν , ὁρμᾶσθαι · τήν τε Πελοπόννησον πᾶσιν ἔφασαν ἀναχώρησίν τε καὶ ἀφορμὴν ἱκανὴν εἶναι .
1.90.3 οἱ δ’ Ἀθηναῖοι Θεμιστοκλέους γνώμῃ τοὺς μὲν Λακεδαιμονίους ταῦτ’ εἰπόντας ἀποκρινάμενοι ὅτι πέμψουσιν ὡς αὐτοὺς πρέσβεις περὶ ὧν λέγουσιν εὐθὺς ἀπήλλαξαν · ἑαυτὸν δ’ ἐκέλευεν ἀποστέλλειν ὡς τάχιστα Θεμιστοκλῆς ἐς τὴν Λακεδαίμονα , ἄλλους δὲ πρὸς ἑαυτῷ ἑλομένους πρέσβεις μὴ εὐθὺς ἐκπέμπειν , ἀλλ’ ἐπισχεῖν μέχρι τοσούτου ἕως ἂν τὸ τεῖχος ἱκανὸν ἄρωσιν ὥστε ἀπομάχεσθαι ἐκ τοῦ ἀναγκαιοτάτου ὕψους · τειχίζειν δὲ πάντας πανδημεὶ τοὺς ἐν τῇ πόλει [ καὶ αὐτοὺς καὶ γυναῖκας καὶ παῖδας ] , φειδομένους μήτε ἰδίου μήτε δημοσίου οἰκοδομήματος ὅθεν τις ὠφελία ἔσται ἐς τὸ ἔργον , ἀλλὰ καθαιροῦντας πάντα .
1.90.4 καὶ μὲν ταῦτα διδάξας καὶ ὑπειπὼν τἆλλα ὅτι αὐτὸς τἀκεῖ πράξοι ᾤχετο .
1.90.5 καὶ ἐς τὴν Λακεδαίμονα ἐλθὼν οὐ προσῄει πρὸς τὰς ἀρχάς , ἀλλὰ διῆγε καὶ προυφασίζετο . καὶ ὁπότε τις αὐτὸν ἔροιτο τῶν ἐν τέλει ὄντων ὅτι οὐκ ἐπέρχεται ἐπὶ τὸ κοινόν , ἔφη τοὺς ξυμπρέσβεις ἀναμένειν , ἀσχολίας δέ τινος οὔσης αὐτοὺς ὑπολειφθῆναι , προσδέχεσθαι μέντοι ἐν τάχει ἥξειν καὶ θαυμάζειν ὡς οὔπω πάρεισιν .