1.91.7 οὐ γὰρ οἷόν τ’ εἶναι μὴ ἀπὸ ἀντιπάλου παρασκευῆς ὁμοῖόν τι ἴσον ἐς τὸ κοινὸν βουλεύεσθαι . πάντας οὖν ἀτειχίστους ἔφη χρῆναι ξυμμαχεῖν καὶ τάδε νομίζειν ὀρθῶς ἔχειν .
1.92.1 οἱ δὲ Λακεδαιμόνιοι ἀκούσαντες ὀργὴν μὲν φανερὰν οὐκ ἐποιοῦντο τοῖς Ἀθηναίοις ( οὐδὲ γὰρ ἐπὶ κωλύμῃ , ἀλλὰ γνώμης παραινέσει δῆθεν τῷ κοινῷ ἐπρεσβεύσαντο , ἅμα δὲ καὶ προσφιλεῖς ὄντες ἐν τῷ τότε διὰ τὴν ἐς τὸν Μῆδον προθυμίαν τὰ μάλιστ’ αὐτοῖς ἐτύγχανον ) , τῆς μέντοι βουλήσεως ἁμαρτάνοντες ἀδήλως ἤχθοντο . οἵ τε πρέσβεις ἑκατέρων ἀπῆλθον ἐπ’ οἴκου ἀνεπικλήτως .
1.93.1 τούτῳ τῷ τρόπῳ οἱ Ἀθηναῖοι τὴν πόλιν ἐτείχισαν ἐν ὀλίγῳ χρόνῳ .
1.93.2 καὶ δήλη οἰκοδομία ἔτι καὶ νῦν ἐστὶν ὅτι κατὰ σπουδὴν ἐγένετο · οἱ γὰρ θεμέλιοι παντοίων λίθων ὑπόκεινται καὶ οὐ ξυνειργασμένων ἔστιν , ἀλλ’ ὡς ἕκαστόν ποτε προσέφερον , πολλαί τε στῆλαι ἀπὸ σημάτων καὶ λίθοι εἰργασμένοι ἐγκατελέγησαν . μείζων γὰρ περίβολος πανταχῇ ἐξήχθη τῆς πόλεως , καὶ διὰ τοῦτο πάντα ὁμοίως κινοῦντες ἠπείγοντο .
1.93.3 ἔπεισε δὲ καὶ τοῦ Πειραιῶς τὰ λοιπὰ Θεμιστοκλῆς οἰκοδομεῖν ( ὑπῆρκτο δ’ αὐτοῦ πρότερον ἐπὶ τῆς ἐκείνου ἀρχῆς ἧς κατ’ ἐνιαυτὸν Ἀθηναίοις ἦρξε ) νομίζων τό τε χωρίον καλὸν εἶναι , λιμένας ἔχον τρεῖς αὐτοφυεῖς , καὶ αὐτοὺς ναυτικοὺς γεγενημένους μέγα προφέρειν ἐς τὸ
1.93.4 κτήσασθαι δύναμιν ( τῆς γὰρ δὴ θαλάσσης πρῶτος ἐτόλμησεν εἰπεῖν ὡς ἀνθεκτέα ἐστί ) , καὶ τὴν ἀρχὴν εὐθὺς ξυγκατεσκεύαζεν .