1.81.2 τοῖς δὲ ἄλλη γῆ ἐστὶ πολλὴ ἧς ἄρχουσι , καὶ ἐκ θαλάσσης ὧν δέονται ἐπάξονται .
1.81.3 εἰ δ’ αὖ τοὺς ξυμμάχους ἀφιστάναι πειρασόμεθα , δεήσει καὶ τούτοις ναυσὶ βοηθεῖν τὸ πλέον οὖσι νησιώταις .
1.81.4 τίς οὖν ἔσται ἡμῶν πόλεμος ; εἰ μὴ γὰρ ναυσὶ κρατήσομεν τὰς προσόδους ἀφαιρήσομεν ἀφ’ ὧν τὸ ναυτικὸν τρέφουσι , βλαψόμεθα τὰ πλείω .
1.81.5 κἀν τούτῳ οὐδὲ καταλύεσθαι ἔτι καλόν , ἄλλως τε καὶ εἰ δόξομεν ἄρξαι μᾶλλον τῆς διαφορᾶς .
1.81.6 μὴ γὰρ δὴ ἐκείνῃ γε τῇ ἐλπίδι ἐπαιρώμεθα ὡς ταχὺ παυσθήσεται πόλεμος , ἢν τὴν γῆν αὐτῶν τέμωμεν . δέδοικα δὲ μᾶλλον μὴ καὶ τοῖς παισὶν αὐτὸν ὑπολίπωμεν · οὕτως εἰκὸς Ἀθηναίους φρονήματι μήτε τῇ γῇ δουλεῦσαι μήτε ὥσπερ ἀπείρους καταπλαγῆναι τῷ πολέμῳ .
1.82.1 " οὐ μὴν οὐδὲ ἀναισθήτως αὐτοὺς κελεύω τούς τε ξυμμάχους ἡμῶν ἐᾶν βλάπτειν καὶ ἐπιβουλεύοντας μὴ καταφωρᾶν , ἀλλὰ ὅπλα μὲν μήπω κινεῖν , πέμπειν δὲ καὶ αἰτιᾶσθαι μήτε πόλεμον ἄγαν δηλοῦντας μήθ’ ὡς ἐπιτρέψομεν , κἀν τούτῳ καὶ τὰ ἡμέτερ’ αὐτῶν ἐξαρτύεσθαι ξυμμάχων τε προσαγωγῇ καὶ Ἑλλήνων καὶ βαρβάρων , εἴ ποθέν τινα ναυτικοῦ χρημάτων δύναμιν προσληψόμεθα ( ἀνεπίφθονον δέ , ὅσοι ὥσπερ καὶ ἡμεῖς ὑπ’ Ἀθηναίων ἐπιβουλευόμεθα , μὴ Ἕλληνας μόνον , ἀλλὰ καὶ βαρβάρους προσλαβόντας διασωθῆναι ) , καὶ τὰ αὑτῶν ἅμα ἐκποριζώμεθα .
1.82.2 καὶ ἢν μὲν ἐσακούωσί τι πρεσβευομένων ἡμῶν , ταῦτα ἄριστα · ἢν δὲ μή , διελθόντων ἐτῶν δύο καὶ τριῶν ἄμεινον ἤδη , ἢν δοκῇ , πεφραγμένοι ἴμεν ἐπ’ αὐτούς .