1.79.2 καὶ τῶν μὲν πλεόνων ἐπὶ τὸ αὐτὸ αἱ γνῶμαι ἔφερον , ἀδικεῖν τε τοὺς Ἀθηναίους ἤδη καὶ πολεμητέα εἶναι ἐν τάχει · παρελθὼν δὲ Ἀρχίδαμος βασιλεὺς αὐτῶν , ἀνὴρ καὶ ξυνετὸς δοκῶν εἶναι καὶ σώφρων , ἔλεξε τοιάδε .
1.80.1 " καὶ αὐτὸς πολλῶν ἤδη πολέμων ἔμπειρός εἰμι , Λακεδαιμόνιοι , καὶ ὑμῶν τοὺς ἐν τῇ αὐτῇ ἡλικίᾳ ὁρῶ , ὥστε μήτε ἀπειρίᾳ ἐπιθυμῆσαί τινα τοῦ ἔργου , ὅπερ ἂν οἱ πολλοὶ πάθοιεν , μήτε ἀγαθὸν καὶ ἀσφαλὲς νομίσαντα .
1.80.2 εὕροιτε δ’ ἂν τόνδε περὶ οὗ νῦν βουλεύεσθε οὐκ ἂν ἐλάχιστον γενόμενον , εἰ σωφρόνως τις αὐτὸν ἐκλογίζοιτο .
1.80.3 πρὸς μὲν γὰρ Πελοποννησίους καὶ τοὺς ἀστυγείτονας παρόμοιος ἡμῶν ἀλκή , καὶ διὰ ταχέων οἷόν τε ἐφ’ ἕκαστα ἐλθεῖν · πρὸς δὲ ἄνδρας οἳ γῆν τε ἑκὰς ἔχουσι καὶ προσέτι θαλάσσης ἐμπειρότατοί εἰσι καὶ τοῖς ἄλλοις ἅπασιν ἄριστα ἐξήρτυνται , πλούτῳ τε ἰδίῳ καὶ δημοσίῳ καὶ ναυσὶ καὶ ἵπποις καὶ ὅπλοις καὶ ὄχλῳ ὅσος οὐκ ἐν ἄλλῳ ἑνί γε χωρίῳ Ἑλληνικῷ ἐστίν , ἔτι δὲ καὶ ξυμμάχους πολλοὺς φόρου ὑποτελεῖς ἔχουσι , πῶς χρὴ πρὸς τούτους ῥᾳδίως πόλεμον ἄρασθαι καὶ τίνι πιστεύσαντας ἀπαρασκεύους ἐπειχθῆναι ;
1.80.4 πότερον ταῖς ναυσίν ; ἀλλ’ ἥσσους ἐσμέν · εἰ δὲ μελετήσομεν καὶ ἀντιπαρασκευασόμεθα , χρόνος ἐνέσται . ἀλλὰ τοῖς χρήμασιν ; ἀλλὰ πολλῷ πλέον ἔτι τούτου ἐλλείπομεν καὶ οὔτε ἐν κοινῷ ἔχομεν οὔτε ἑτοίμως ἐκ τῶν ἰδίων φέρομεν .
1.81.1 τάχ’ ἄν τις θαρσοίη ὅτι τοῖς ὅπλοις αὐτῶν καὶ τῷ πλήθει ὑπερφέρομεν , ὥστε τὴν γῆν δῃοῦν ἐπιφοιτῶντες .