1.82.3 καὶ ἴσως ὁρῶντες ἡμῶν ἤδη τήν τε παρασκευὴν καὶ τοὺς λόγους αὐτῇ ὁμοῖα ὑποσημαίνοντας μᾶλλον ἂν εἴκοιεν , καὶ γῆν ἔτι ἄτμητον ἔχοντες καὶ περὶ παρόντων ἀγαθῶν καὶ οὔπω ἐφθαρμένων βουλευόμενοι .
1.82.4 μὴ γὰρ ἄλλο τι νομίσητε τὴν γῆν αὐτῶν ὅμηρον ἔχειν καὶ οὐχ ἧσσον ὅσῳ ἄμεινον ἐξείργασται · ἧς φείδεσθαι χρὴ ὡς ἐπὶ πλεῖστον , καὶ μὴ ἐς ἀπόνοιαν καταστήσαντας αὐτοὺς ἀληπτοτέρους ἔχειν .
1.82.5 εἰ γὰρ ἀπαράσκευοι τοῖς τῶν ξυμμάχων ἐγκλήμασιν ἐπειχθέντες τεμοῦμεν αὐτήν , ὁρᾶτε ὅπως μὴ αἴσχιον καὶ ἀπορώτερον τῇ Πελοποννήσῳ πράξομεν .
1.82.6 ἐγκλήματα μὲν γὰρ καὶ πόλεων καὶ ἰδιωτῶν οἷόν τε καταλῦσαι · πόλεμον δὲ ξύμπαντας ἀραμένους ἕνεκα τῶν ἰδίων , ὃν οὐχ ὑπάρχει εἰδέναι καθ’ ὅτι χωρήσει , οὐ ῥᾴδιον εὐπρεπῶς θέσθαι .
1.83.1 " καὶ ἀνανδρία μηδενὶ πολλοὺς μιᾷ πόλει μὴ ταχὺ ἐπελθεῖν δοκείτω εἶναι .
1.83.2 εἰσὶ γὰρ καὶ ἐκείνοις οὐκ ἐλάσσους χρήματα φέροντες ξύμμαχοι , καὶ ἔστιν πόλεμος οὐχ ὅπλων τὸ πλέον ἀλλὰ δαπάνης , δι’ ἣν τὰ ὅπλα ὠφελεῖ , ἄλλως τε καὶ ἠπειρώταις πρὸς θαλασσίους .
1.83.3 πορισώμεθα οὖν πρῶτον αὐτήν , καὶ μὴ τοῖς τῶν ξυμμάχων λόγοις πρότερον ἐπαιρώμεθα , οἵπερ δὲ καὶ τῶν ἀποβαινόντων τὸ πλέον ἐπ’ ἀμφότερα τῆς αἰτίας ἕξομεν , οὗτοι καὶ καθ’ ἡσυχίαν τι αὐτῶν προΐδωμεν .
1.84.1 καὶ τὸ βραδὺ καὶ μέλλον , μέμφονται μάλιστα ἡμῶν , μὴ αἰσχύνεσθε . σπεύδοντές τε γὰρ σχολαίτερον ἂν παύσαισθε διὰ τὸ ἀπαράσκευοι ἐγχειρεῖν , καὶ ἅμα ἐλευθέραν καὶ εὐδοξοτάτην πόλιν διὰ παντὸς νεμόμεθα .