1.77.6 ὑμεῖς γ’ ἂν οὖν εἰ καθελόντες ἡμᾶς ἄρξαιτε , τάχα ἂν τὴν εὔνοιαν ἣν διὰ τὸ ἡμέτερον δέος εἰλήφατε μεταβάλοιτε , εἴπερ οἷα καὶ τότε πρὸς τὸν Μῆδον δι’ ὀλίγου ἡγησάμενοι ὑπεδείξατε , ὁμοῖα καὶ νῦν γνώσεσθε . ἄμεικτα γὰρ τά τε καθ’ ὑμᾶς αὐτοὺς νόμιμα τοῖς ἄλλοις ἔχετε καὶ προσέτι εἷς ἕκαστος ἐξιὼν οὔτε τούτοις χρῆται οὔθ’ οἷς ἄλλη Ἑλλὰς νομίζει .
1.78.1 " βουλεύεσθε οὖν βραδέως ὡς οὐ περὶ βραχέων , καὶ μὴ ἀλλοτρίαις γνώμαις καὶ ἐγκλήμασι πεισθέντες οἰκεῖον πόνον πρόσθησθε . τοῦ δὲ πολέμου τὸν παράλογον , ὅσος ἐστί , πρὶν ἐν αὐτῷ γενέσθαι προδιάγνωτε ·
1.78.2 μηκυνόμενος γὰρ φιλεῖ ἐς τύχας τὰ πολλὰ περιίστασθαι , ὧν ἴσον τε ἀπέχομεν καὶ ὁποτέρως ἔσται ἐν ἀδήλῳ κινδυνεύεται .
1.78.3 ἰόντες τε οἱ ἄνθρωποι ἐς τοὺς πολέμους τῶν ἔργων πρότερον ἔχονται , χρῆν ὕστερον δρᾶν , κακοπαθοῦντες δὲ ἤδη τῶν λόγων ἅπτονται .
1.78.4 ἡμεῖς δὲ ἐν οὐδεμιᾷ πω τοιαύτῃ ἁμαρτίᾳ ὄντες οὔτ’ αὐτοὶ οὔθ’ ὑμᾶς ὁρῶντες λέγομεν ὑμῖν , ἕως ἔτι αὐθαίρετος ἀμφοτέροις εὐβουλία , σπονδὰς μὴ λύειν μηδὲ παραβαίνειν τοὺς ὅρκους , τὰ δὲ διάφορα δίκῃ λύεσθαι κατὰ τὴν ξυνθήκην . εἰ δὲ μή , θεοὺς τοὺς ὁρκίους μάρτυρας ποιούμενοι πειρασόμεθα ἀμύνεσθαι πολέμου ἄρχοντας ταύτῃ ἂν ὑφηγῆσθε . "
1.79.1 τοιαῦτα δὲ οἱ Ἀθηναῖοι εἶπον . ἐπειδὴ δὲ τῶν τε ξυμμάχων ἤκουσαν οἱ Λακεδαιμόνιοι τὰ ἐγκλήματα τὰ ἐς τοὺς Ἀθηναίους καὶ τῶν Ἀθηναίων ἔλεξαν , μεταστησάμενοι πάντας ἐβουλεύοντο κατὰ σφᾶς αὐτοὺς περὶ τῶν παρόντων .