1.76.4 ἄλλους γ’ ἂν οὖν οἰόμεθα τὰ ἡμέτερα λαβόντας δεῖξαι ἂν μάλιστα εἴ τι μετριάζομεν · ἡμῖν δὲ καὶ ἐκ τοῦ ἐπιεικοῦς ἀδοξία τὸ πλέον ἔπαινος οὐκ εἰκότως περιέστη .
1.77.1 " καὶ ἐλασσούμενοι γὰρ ἐν ταῖς ξυμβολαίαις πρὸς τοὺς ξυμμάχους δίκαις καὶ παρ’ ἡμῖν αὐτοῖς ἐν τοῖς ὁμοίοις νόμοις ποιήσαντες τὰς κρίσεις φιλοδικεῖν δοκοῦμεν .
1.77.2 καὶ οὐδεὶς σκοπεῖ αὐτῶν τοῖς καὶ ἄλλοθί που ἀρχὴν ἔχουσι καὶ ἧσσον ἡμῶν πρὸς τοὺς ὑπηκόους μετρίοις οὖσι διότι τοῦτο οὐκ ὀνειδίζεται · βιάζεσθαι γὰρ οἷς ἂν ἐξῇ , δικάζεσθαι οὐδὲν προσδέονται .
1.77.3 οἱ δὲ εἰθισμένοι πρὸς ἡμᾶς ἀπὸ τοῦ ἴσου ὁμιλεῖν , ἤν τι παρὰ τὸ μὴ οἴεσθαι χρῆναι γνώμῃ δυνάμει τῇ διὰ τὴν ἀρχὴν καὶ ὁπωσοῦν ἐλασσωθῶσιν , οὐ τοῦ πλέονος μὴ στερισκόμενοι χάριν ἔχουσιν , ἀλλὰ τοῦ ἐνδεοῦς χαλεπώτερον φέρουσιν εἰ ἀπὸ πρώτης ἀποθέμενοι τὸν νόμον φανερῶς ἐπλεονεκτοῦμεν . ἐκείνως δὲ οὐδ’ ἂν αὐτοὶ ἀντέλεγον ὡς οὐ χρεὼν τὸν ἥσσω τῷ κρατοῦντι ὑποχωρεῖν .
1.77.4 ἀδικούμενοί τε , ὡς ἔοικεν , οἱ ἄνθρωποι μᾶλλον ὀργίζονται βιαζόμενοι · τὸ μὲν γὰρ ἀπὸ τοῦ ἴσου δοκεῖ πλεονεκτεῖσθαι , τὸ δ’ ἀπὸ τοῦ κρείσσονος καταναγκάζεσθαι .
1.77.5 ὑπὸ γοῦν τοῦ Μήδου δεινότερα τούτων πάσχοντες ἠνείχοντο , δὲ ἡμετέρα ἀρχὴ χαλεπὴ δοκεῖ εἶναι , εἰκότως · τὸ παρὸν γὰρ αἰεὶ βαρὺ τοῖς ὑπηκόοις .