1.75.3 ἐξ αὐτοῦ δὲ τοῦ ἔργου κατηναγκάσθημεν τὸ πρῶτον προαγαγεῖν αὐτὴν ἐς τόδε , μάλιστα μὲν ὑπὸ δέους , ἔπειτα καὶ τιμῆς , ὕστερον καὶ ὠφελίας .
1.75.4 καὶ οὐκ ἀσφαλὲς ἔτι ἐδόκει εἶναι τοῖς πολλοῖς ἀπηχθημένους , καί τινων καὶ ἤδη ἀποστάντων κατεστραμμένων , ὑμῶν τε ἡμῖν οὐκέτι ὁμοίως φίλων , ἀλλ’ ὑπόπτων καὶ διαφόρων ὄντων , ἀνέντας κινδυνεύειν · καὶ γὰρ ἂν αἱ ἀποστάσεις πρὸς ὑμᾶς ἐγίγνοντο .
1.75.5 πᾶσι δὲ ἀνεπίφθονον τὰ ξυμφέροντα τῶν μεγίστων πέρι κινδύνων εὖ τίθεσθαι .
1.76.1 ὑμεῖς γοῦν , Λακεδαιμόνιοι , τὰς ἐν τῇ Πελοποννήσῳ πόλεις ἐπὶ τὸ ὑμῖν ὠφέλιμον καταστησάμενοι ἐξηγεῖσθε · καὶ εἰ τότε ὑπομείναντες διὰ παντὸς ἀπήχθεσθε ἐν τῇ ἡγεμονίᾳ , ὥσπερ ἡμεῖς , εὖ ἴσμεν μὴ ἂν ἧσσον ὑμᾶς λυπηροὺς γενομένους τοῖς ξυμμάχοις καὶ ἀναγκασθέντας ἂν ἄρχειν ἐγκρατῶς αὐτοὺς κινδυνεύειν .
1.76.2 οὕτως οὐδ’ ἡμεῖς θαυμαστὸν οὐδὲν πεποιήκαμεν οὐδ’ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου , εἰ ἀρχήν τε διδομένην ἐδεξάμεθα καὶ ταύτην μὴ ἀνεῖμεν ὑπὸ 〈τριῶν〉 τῶν μεγίστων νικηθέντες , τιμῆς καὶ δέους καὶ ὠφελίας , οὐδ’ αὖ πρῶτοι τοῦ τοιούτου ὑπάρξαντες , ἀλλ’ αἰεὶ καθεστῶτος τὸν ἥσσω ὑπὸ τοῦ δυνατωτέρου κατείργεσθαι , ἄξιοί τε ἅμα νομίζοντες εἶναι καὶ ὑμῖν δοκοῦντες μέχρι οὗ τὰ ξυμφέροντα λογιζόμενοι τῷ δικαίῳ λόγῳ νῦν χρῆσθε , ὃν οὐδείς πω παρατυχὸν ἰσχύι τι κτήσασθαι προθεὶς τοῦ μὴ πλέον ἔχειν ἀπετράπετο .
1.76.3 ἐπαινεῖσθαί τε ἄξιοι οἵτινες χρησάμενοι τῇ ἀνθρωπείᾳ φύσει ὥστε ἑτέρων ἄρχειν δικαιότεροι κατὰ τὴν ὑπάρχουσαν δύναμιν γένωνται .