1.74.2 προθυμίαν δὲ καὶ πολὺ τολμηροτάτην ἐδείξαμεν , οἵ γε , ἐπειδὴ ἡμῖν κατὰ γῆν οὐδεὶς ἐβοήθει , τῶν ἄλλων ἤδη μέχρι ἡμῶν δουλευόντων ἠξιώσαμεν ἐκλιπόντες τὴν πόλιν καὶ τὰ οἰκεῖα διαφθείραντες μηδ’ ὣς τὸ τῶν περιλοίπων ξυμμάχων κοινὸν προλιπεῖν μηδὲ σκεδασθέντες ἀχρεῖοι αὐτοῖς γενέσθαι , ἀλλ’ ἐσβάντες ἐς τὰς ναῦς κινδυνεῦσαι καὶ μὴ ὀργισθῆναι ὅτι ἡμῖν οὐ προυτιμωρήσατε .
1.74.3 ὥστε φαμὲν οὐχ ἧσσον αὐτοὶ ὠφελῆσαι ὑμᾶς τυχεῖν τούτου . ὑμεῖς μὲν γὰρ ἀπό τε οἰκουμένων τῶν πόλεων καὶ ἐπὶ τῷ τὸ λοιπὸν νέμεσθαι , ἐπειδὴ ἐδείσατε ὑπὲρ ὑμῶν καὶ οὐχ ἡμῶν τὸ πλέον , ἐβοηθήσατε ( ὅτε γοῦν ἦμεν ἔτι σῶοι , οὐ παρεγένεσθε ) · ἡμεῖς δὲ ἀπό τε τῆς οὐκ οὔσης ἔτι ὁρμώμενοι καὶ ὑπὲρ τῆς ἐν βραχείᾳ ἐλπίδι οὔσης κινδυνεύοντες ξυνεσώσαμεν ὑμᾶς τε τὸ μέρος καὶ ἡμᾶς αὐτούς .
1.74.4 εἰ δὲ προσεχωρήσαμεν πρότερον τῷ Μήδῳ δείσαντες , ὥσπερ καὶ ἄλλοι , περὶ τῇ χώρᾳ , μὴ ἐτολμήσαμεν ὕστερον ἐσβῆναι ἐς τὰς ναῦς ὡς διεφθαρμένοι , οὐδὲν ἂν ἔδει ἔτι ὑμᾶς μὴ ἔχοντας ναῦς ἱκανὰς ναυμαχεῖν , ἀλλὰ καθ’ ἡσυχίαν ἂν αὐτῷ προυχώρησε τὰ πράγματα ἐβούλετο .
1.75.1 " ἆρ’ ἄξιοί ἐσμεν , Λακεδαιμόνιοι , καὶ προθυμίας ἕνεκα τῆς τότε καὶ γνώμης ξυνέσεως ἀρχῆς γε ἧς ἔχομεν τοῖς Ἕλλησι μὴ οὕτως ἄγαν ἐπιφθόνως διακεῖσθαι ;
1.75.2 καὶ γὰρ αὐτὴν τήνδε ἐλάβομεν οὐ βιασάμενοι , ἀλλ’ ὑμῶν μὲν οὐκ ἐθελησάντων παραμεῖναι πρὸς τὰ ὑπόλοιπα τοῦ βαρβάρου , ἡμῖν δὲ προσελθόντων τῶν ξυμμάχων καὶ αὐτῶν δεηθέντων ἡγεμόνας καταστῆναι ·