1.73.2 " καὶ τὰ μὲν πάνυ παλαιὰ τί δεῖ λέγειν , ὧν ἀκοαὶ μᾶλλον λόγων μάρτυρες ὄψις τῶν ἀκουσομένων ; τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ ξύνιστε , εἰ καὶ δι’ ὄχλου μᾶλλον ἔσται αἰεὶ προβαλλομένοις , ἀνάγκη λέγειν · καὶ γὰρ ὅτε ἐδρῶμεν , ἐπ’ ὠφελίᾳ ἐκινδυνεύετο , ἧς τοῦ μὲν ἔργου μέρος μετέσχετε , τοῦ δὲ λόγου μὴ παντός , εἴ τι ὠφελεῖ , στερισκώμεθα .
1.73.3 ῥηθήσεται δὲ οὐ παραιτήσεως μᾶλλον ἕνεκα μαρτυρίου καὶ δηλώσεως πρὸς οἵαν ὑμῖν πόλιν μὴ εὖ βουλευομένοις ἀγὼν καταστήσεται .
1.73.4 φαμὲν γὰρ Μαραθῶνί τε μόνοι προκινδυνεῦσαι τῷ βαρβάρῳ καὶ ὅτε τὸ ὕστερον ἦλθεν , οὐχ ἱκανοὶ ὄντες κατὰ γῆν ἀμύνεσθαι , ἐσβάντες ἐς τὰς ναῦς πανδημεὶ ἐν Σαλαμῖνι ξυνναυμαχῆσαι , ὅπερ ἔσχε μὴ κατὰ πόλεις αὐτὸν ἐπιπλέοντα τὴν Πελοπόννησον πορθεῖν , ἀδυνάτων ἂν ὄντων πρὸς ναῦς πολλὰς ἀλλήλοις ἐπιβοηθεῖν .
1.73.5 τεκμήριον δὲ μέγιστον αὐτὸς ἐποίησεν · νικηθεὶς γὰρ ταῖς ναυσὶν ὡς οὐκέτι αὐτῷ ὁμοίας οὔσης τῆς δυνάμεως κατὰ τάχος τῷ πλέονι τοῦ στρατοῦ ἀνεχώρησεν .
1.74.1 τοιούτου μέντοι τούτου ξυμβάντος , καὶ σαφῶς δηλωθέντος ὅτι ἐν ταῖς ναυσὶ τῶν Ἑλλήνων τὰ πράγματα ἐγένετο , τρία τὰ ὠφελιμώτατα ἐς αὐτὸ παρεσχόμεθα , ἀριθμόν τε νεῶν πλεῖστον καὶ ἄνδρα στρατηγὸν ξυνετώτατον καὶ προθυμίαν ἀοκνοτάτην · ναῦς μέν γε ἐς τὰς τετρακοσίας ὀλίγῳ ἐλάσσους τῶν δύο μοιρῶν , Θεμιστοκλέα δὲ ἄρχοντα , ὃς αἰτιώτατος ἐν τῷ στενῷ ναυμαχῆσαι ἐγένετο , ὅπερ σαφέστατα ἔσωσε τὰ πράγματα , καὶ αὐτὸν διὰ τοῦτο ὑμεῖς ἐτιμήσατε μάλιστα δὴ ἄνδρα ξένον τῶν ὡς ὑμᾶς ἐλθόντων ·